# Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.503-520a

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), 180b.503 to 180b.520a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-nicandrum/scholia-et-glossae-in-nicandri-theriaca-scholia-vetera-et-recentiora/180b.503

Ἀμαρακόεσσα: παραπλησία τῷ ἀμαράκῳ, φησί, κατὰ τὴν χαίτην. ἀμάρακος δέ ἐστιν ἡ καλουμένη σάμψυχος. οὐ βυθόωσα: τουτέστιν ἐπάνω, οὐ κατωτέρω τὴν ῥίζαν ἀποπέμπουσα. ἀριστολόχεια: δύο γένη εἰσὶν ἀριστολοχείας, τὸ μὲν ἄρρεν, θῆλυ δὲ τὸ ἕτερον. τὰ δὲ ἄνθη αὐτῶν ὡς ὕσγινος βάπτεται καὶ ἐρυθαίνεται. βοτάνη δέ ἐστιν ἥ ἀριστολόχεια ὠνόμασται. ταύτην δέ φησιν Ἀριστοτέλης γυναῖκα εὑρηκέναι. Ἄλλως. ἀριστολόχεια καὶ περικλύμενον βοτάναι εἰσίν, ἅπερ φύλλα ἔχειν κισσοῦ φησιν, ὡς οἱ ἀκριβέστερον περὶ τούτων εἰπόντες. μυρτὰς δὲ καὶ βάκχη εἴδη εἰσὶν απίων. οἱ δέ φασιν ὅτι ἡ ἀγρία ἄπιος ἀχρὰς καλεῖται, βάκχης δὲ τῆς ἀμπέλου ἢ τῆς μυρρίνης. τῆς δὲ ἀριστολοχείας ἀπορρὼξ δραχμαία, τουτέστι μερὶς μία ὅσον δραχμή, τῷ οἴνῳ μισγομένη τῷ κιρραίῳ καὶ διδομένη τῷ δηχθέντι πιεῖν ὠφέλιμος Παλίσκιος δὲ ἥτις ἐν τοῖς σκιεροῖς τόποις φυτεύεται. ἐν σκιώδεσι γὰρ τόποις φύεται μᾶλλον. καὶ τὸ ἐνδατέοιτο ἀντὶ τοῦ τρίβοιτο, κόπτοιτο, μερίζοιτο. καὶ τὸ περικλύμενον βοτάνη ἐστὶν ἔχουσα φύλλα κισσῷ παραπλήσια ἢ τὰ φύλλα κισσοῦ τοῦ περιβοήτου ἢ ἄλλου τινός. ἄνθεα δ’ ὑσγίνῳ: καὶ τοῦτο τὸ φυτὸν τὸ ὕσγινόν ἐστι ξανθὸν τῷ χρώματι καὶ μᾶλλον εἰς βαφὴν ἐπιτήδειον. ὑσγινοβαφῆ οὖν λέγεται τὰ ὑσγίνῳ βεβαμμένα. μέσον δ’ ὡς ἀχράδα καρπόν ἤτοι ἕως τῆς βάκχης; Ἑρμῶναξ ἐν ταῖς Κρητικαῖς λέξεσι τὴν ἀγρίαν ἄπιον ἀχράδα φησὶν εἶναι. ἡ δὲ ἄπιος εἰς πολλὰ διαιρεῖται. καὶ βάκχη γὰρ λέγεται καὶ μυρτάς. πολυώνυμος γάρ ἐστιν. Ὠρικίοιο: Ὤρικος Ἀπόλλωνος πόλις ἐστίν, ἣν ἐπωνόμασεν Ὤρικον. Ὤρικον. ἐν τῇ Κρήτῃ δέ ἐστι, καὶ πολλὴ πύξος αὐτόθι γίνεται. κιρράδος οἴνης: ἀντὶ τοῦ μετὰ κιρραίου οἴνου μισγομένη ἀριστολόχεια ὠφελεῖ. μαρτυρεῖ Νουμήνιος. Ἄλλως. τῆς μελαίνης ἀμπέλου τῷ ποτῷ. Τριόφυλλον δέ, ὡς Διονύσιος ἐν τοῖς Ῥιζοτομικοῖς, καὶ μινυανθὲς καλεῖ, Καλλίμαχος δὲ τριπέτηλον. ἔχει δὲ τὸ μὲν φύλλον ἐμφερὲς τῷ λωτῷ, τὴν δὲ ὀσμὴν τῷ πηγάνῳ, καθόσον ἐστὶ νέον· ὅταν δὲ παρακμάσαν φυλλορροήσῃ, τότε τὴν ἀναφορὰν ποιεῖται ἀσφάλτου.

---

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5031.tlg001.local001/.
