Ancient Greek
180b.521 to 180b.527
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.521-527
Not analysed yet
τρήχοντι δὲ πάγῳ ἀντὶ τοῦ ὑψηλῷ τόπῳ. καὶ ἀποσφάγι βήσσῃ ἀποτόμῳ καὶ ῥωγάδι. Τὴν ἤτοι: ταύτην μέν. μινυανθὲς οἱ μὲν αὐτὴν ἐκάλουν, οἱ δὲ τρίφυλλον καλοῦσιν. Ἰόλαος δὲ ἐν τῷ περὶ Πελοποννησιακῶν πόλεων τὸ πήγανον ὑπὸ Πελοποννησίων ῥυτὴν καλεῖσθαί φησιν. Ὅσον κύμβοιο: τοῦ ὀξυβάφου, ἐπειδὴ κυφόν ἐστι. σημειοῦται δὲ ἐκ τοῦ ἐπιφερομένου τραπεζήεντος. καὶ παρὰ Σώφρονι “κύμβου ὄγκον ἔχων” ἀντὶ τοῦ σκυφοειδοῦς ποτηρίου. τοῦτο οὖν λέγει, ὅτι λάβε τοσαῦτα σπέρματα ὅσον γεμισθῆναι ὀξύβαφον. Ἄλλως. κύμβοιο ἀντὶ τοῦ ὀξυβάφου οἷον ἐμβαφίου εἰς τράπεζαν πεποιημένου, ὅπερ καλεῖ γαργάριον ἡ συνήθεια. Καρδόπῳ: ἀντὶ τοῦ κοίλῳ ἀγγείῳ ἢ καυκίῳ. καὶ ἀλκτήρια λέγεται τὰ ἀποσοβητήρια, ἤτοι ἀποκρουστικὰ νόσων.