Ancient Greek
180b.537 to 180b.539
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.537-539
Not analysed yet
ἠὲ καὶ ἑλξίνην: καὶ γὰρ ἑλξίνη καλεῖται παρὰ τὸ ἕλκειν εἰς ἑαυτήν. ἡ γὰρ ὄφρησις αὐτῆς ἐστιν ἑλκυστική. Ἄλλως. ἑλξίνη εἶδος βοτάνης ἐστί καλεῖται δὲ οὕτως, ὅτι κωλύει τι φύεσθαι ἐγγὺς αὐτῆς. Κλύβατις, ὅτι καὶ χυλὸν ἔχει κολλώδη κηρῷ οἰκεῖον καὶ τὸν προσιόντα κρατεῖ. ἑλξίνη δὲ καὶ κλύβατις, σιδηρῖτις, παρθένιον, περδίκιον· πάντα γὰρ ἐπὶ ἑνὸς φυτοῦ. ἰάμνοις δὲ ταῖς ἰαμεναῖς καὶ ἕλεσιν. πῖνε δ’ ἐντρίψας: πῖνέ, φησι, μίξας τὰ προειρημένα| κοτύλῃ οἴνου ἢ ὄξους. εἰ δὲ καὶ ὕδατι μίξαις καὶ πίοις τῷ μήτε ὄξος μήτε οἶνον παρεῖναι, ἀλύξειας ἂν καὶ ἐκφύγοις τὰ κακά.