Ancient Greek
180b.549 to 180b.556
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.549-556
Not analysed yet
θηλάζων: τουτέστι τὸν ζωμόν, ἤγουν τὸν χυλόν, καταπίνων. πέσκος δὲ τὸν φλοιὸν τῆς βοτάνης. τὸ λέπος, φησί, τῷ τραύματι ἐπέβαλεν. ἀργῆτι σὺν οἴνῳ: ἤγουν λευκῷ καὶ θερμῷ καὶ διαπύρῳ. ἀστόργοιο δὲ τῆς μὴ βουλομένης θρέψαι τὰ βρέφη, τῆς μὴ στεργούσης. ἥτις, φησί, βοτάνη, πράσιος· θηλυκὸν γάρ. κατείρυσε δὲ ἀντὶ τοῦ καταρρεῦσαι ἐποίησε. τὸ δὲ πρωτογόνου καὶ τῆς αρτι γεννηθείσης καὶ τῆς ἀρτίως καὶ πρῶτον τετοκυίας. νῦν δὲ τὸ δεύτερον σημαίνει. φασὶ γὰρ ὅτι αἱ μόσχοι τῇ σπάνει τοῦ γάλακτος ἄστοργοι γίνονται καὶ οὐ χαλῶσι ταῖς δαμάλεσι τὸ γάλα, ἀλλ’ ἀνακόπτουσι καὶ καρτεροῦσι. τρώγουσαι δὲ τὴν πράσιον (γαλακτοφόρος γὰρ αὕτη) στέργουσι τὰ τέκνα ὑπὸ τοῦ πλεονάζοντος γάλακτος τοὺς μαστοὺς σφαραγούμεναι, οἱονεὶ σπαρασσόμεναι. με λίφυλλον δὲ καὶ μελίκταιναν τὴν πράσιον οἱ ποιμένες καλοῦσι διὰ τὸ ὀσμὴν μέλιτος ἔχειν αὐτήν. ῥοιξηδόν: ἤγουν μετὰ ῥοίζου καὶ κτύπου φέρονται πᾶσαι διὰ τὸ ὀσμὴν μέλιτος ἔχειν αὐτήν.