# Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.559-568

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), 180b.559 to 180b.568. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-nicandrum/scholia-et-glossae-in-nicandri-theriaca-scholia-vetera-et-recentiora/180b.559

ψῆγμα πολύκνημον: οἱ μὲν ὄνομα βοτάνης, οἱδὲ λεπτόν. γράφεται καὶ ψηχρὰ πολύκνημον. σημαίνει δὲ ποτὲ μὲν τὸ περίψηγμα, ποτὲ δὲ τὴν βοτάνην δηλοῖ, ἧς μνημονεύει καὶ Ἀπολλᾶς ἐν τῷ περὶ βοτανῶν. ὅστε τραπέζης: τράπεζα καὶ πύλη μέρη τινά εἰσιν ἐξημμένα τοῦ ἥπατος· τράπεζα, ὄνυξ, μάχαιρα, κάνεον. διὰ δὲ τοῦ νε ύει δὲ χο λῆς καὶ τῶν τοιούτων ἀνατομικῆς ἐμπειρίας ἐπιστήμην παρίστησιν οἰκείαν ἔξωθεν παριστορῶν ἐγκαίρως· ἀντὶ τοῦ μέρος τουτέστι τῆς τραπέζης ἐγγὺς τῆς λολῆς καὶ τῶν πυλῶν τῆς τροφῆς. σύμμικτα δὲ μετὰ οἴνου ἢ ὄξους. πλείων δὲ θεραπεία ἐπακολουθήσει τῷ μετὰ οἴνου πιόντι. ἐν δὲ φόβην: τρίκα, φύλλον. πάνακες δέ· πολλὰ χὰρ πανάκη εἰσί, τὸ μὲν ἡράκλειον, τὸ δὲ κενταύρειον, ὅ καὶ χειρώνειον καλεῖται, τὸ δὲ ἀσκληπίειον. Θεόφραστος δὲ (hist. plant. VIIII 11, 1) τὴν τιθύμαλλόν φησι πάνακες γενέσθαι καὶ λέγεσθαι. οὐλοὸν ὄρχιν: ἢ τὸν ὁλόκληρον ἢ τὸν ὀλέθριον ἑαυτῷ. Σώστρατός φησιν ἐν τῷ περὶ φύσεως ζῴων ἀμφίβιον τὸ ζῷον τοῦτο, ἤγουν τὸν κάστορα, εὑρίσκεσθαι δὲ ἐν ταῖς κατὰ τὴν Σκυθίαν ἐρημίαις καὶ ἔχειν τοὺς ὄρχεις πλατεῖς ὡς κάπρου. διαδίδοται δὲ ὅτι διωκόμενος ἐκκόπτει τοὺς ὄρχεις αὑτοῦ νοῶν ὡς αὐτῶν ἕνεκα διώκεται. ἢ ἵππου: καὶ τοῦ ἱπποποτάμου ὁ ὄρχις ὠφελεῖ, φησι. Σάις δὲ πόλις Αἰγύπτου γέμουσα ἱπποποτάμων. αἰθα λόεσσαν δέ φησιν αὐτήν, ἐπεὶ μελανόγειός ἐστιν. ἐπιβάλλεται ἅρπην: ἡ δρεπάνη· νῦν δὲ τοὺς ὀδόντας λέγει, ὅτι ὅλους τοὺς στάχυας τρώγει. ζάλον δὲ τὸ βορβορῶδες κῦμα.

---

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5031.tlg001.local001/.
