Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.579
Not analysed yet
ἡ ἐλάφου: καὶ γὰρ ἐλάφου τὴν κοιλίαν λέγει, ἣν καλοῦσιν ἐχῖνον, τουτέστι ὅπερ πολύπτυχον λέγουσιν. Ἂλλως. ἐχῖνος κυρίως μὲν ἡ κοιλία τοῦ βοός, νῦν δὲ ἐπὶ τῆς ἐλάφου. καὶ ὁ κεκρύφαλος δὲ εἶδος κοιλίας. ἰστέον δὲ ὅτι τρεῖς εἶναι κοιλίας φησί, καὶ τὴν μὲν πρώτην καὶ ἄνω κεκρύφαλον εἶναι λέγει παρὰ τὸ κρύπτειν τὴν τροφήν, τὴν δευτέραν δὲ ἐχῖνον διὰ τὸ ἔχεσθαι ἐκεῖ τὴν τροφήν, ἢ διὰ τὸ τραχύ· ἔστι δὲ τὸ λεγόμενον πολύπτυχον· καὶ τρίτην δὲ ἀποκριτικήν. Τῶν δὲ μηρυκωμένων ζῴων ἡ πρώτη κοιλία ἤνυστρον καλεῖται, ἡ δευτέρα ἐχῖνος καὶ ἡ τρίτη κεκρύφαλος.