# Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.638-648

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), 180b.638 to 180b.648. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-nicandrum/scholia-et-glossae-in-nicandri-theriaca-scholia-vetera-et-recentiora/180b.638

Αγχούσῂ προσέοι κεν: ἤτοι ὠκίμῳ, φησίν, ὅμοιόν ἐστι τὸ μικρόν, καὶ ἀκανθώδη μὲν ἔχει τὰ φύλλα, μικρὰν δὲ τὴν ῥίζαν ἐλάχιστον ὑπὸ γῆν ἰοῦσαν. τὸ δὲ ἕτερον φύλλοις καὶ κλάδοις ὑψηλοῖς ἀεὶ θάλλον καὶ ολίγῳ περιστέφεται ἄνθει. Ἄλλως. θάλεια: τοῖς φύλλοις καὶ τοῖς κλάδοις ἢ τοῖς ἄνθεσι δασεῖα. κάλχη δὲ ἄνθος ἢ τὸ ζῷον, ᾗ βάπτεται ἡ πορφύρα. Βλάστῃ δ’ ὡς ἔχιος: ἡ βλάστη δὲ τὸ στέλεχος. ἔχιος δέ, εἶδος βοτάνης. σφεδανὸν δὲ τὸ τραχὺ καὶ σκληρὸν καὶ σφιγκτόν. ἀνδρακάδα δὲ τὴν μερίδα φασὶν οἱ νεώτεροι· ἀλλ’ Ὅμηρος (Od. Ν 14) ἐπιρρηματικῶς φησι τὸ ἀνδρακάς. ἀπὸ τούτων δὲ τῶν ἐχίων, λέγει, ἀνδρακάδα, ἤγουν μερίδα, κόψας ἰσόμοιρον. ἰσηρέα γάρ τὴν ἰσόσταθμον, ἤτοι ἰσόζυγον. σφέλᾳ δέ, κυρίως μὲν τὸ ὑποπόδιον, νῦν δὲ ξύλῳ πυκνῷ. ὅλμῳ δὲ καὶ ῥωγάδι πέτρῃ τῇ ἴγδῃ. κεάσας, ἤγουν τρίψας. ἠὲ σύγ’: ἠρύγγου δὲ καὶ τοῦ ἀνθεμώδους ἀκάνθου τὰς ῥίζας λαβὼν ἰσοβαρῆ ποίησον καὶ τρίψας πότισον. Ἄλλως. Ἀριστοτέλης (hist. anim. VIIII 3) περὶ ἠρύγγου διαλεγόμενός φησι νέαν ἀγέλης αἰγῶν διαπορευομένης καὶ αὐτὸς ἵστατο καὶ οἱ ἐπακολουθοῦντες. μνημονεύει δὲ τοῦ ἀκάνθου καὶ Θεόφραστος ἐν τῷ περὶ φυτῶν (VI 1, 3). ἔχει δὲ ἀμφότερα τὰ βοτάνια φύλλα ἀκανθώδη. Κλώθοντος: γράφεται καὶ χλοάοντος ἐν ἀρπέζαισιν ἐρίνου. τὸν ἔρινον Ἐτεοκλῆς ἐν τῷ Ῥιζοτομικῷ φησιν εἶναι ὅμοιον ὠκίμῳ. βοηθεῖ δὲ πρὸς τὰ θηρία. φύεται δὲ πρὸς ποταμοὺς καὶ κρήνας καὶ τόπους εὐηλίους. ἄρπεζαι τόποι ἐν οἷς φύεται ὁ ἔρινος. Ἄλλως. ἀμφοῖν κλώθοντος: φέρε γὰρ ἰσόζυγον βάρος ἐξ ἠρύγγου καὶ ἀκάνθου ἐν τοῖς τοῦ ἐρίου κλώσμασιν ἠρτημένου καὶ ἀποκεμαμένου ζυγοῦ. Εὐκνήμοιο: ἤτοι εὐκλάδου· ἢ εἶδος βοτάνης. τοῖς δὲ δυσὶν ὀνόμασιν ἐχρήσατο καθ’ ἑνός, εὔκνημον καὶ ὄρειον ὁμωνύμως. Εὐκνήμου δὲ οὐδέν ἐστιν ἀκοῦσαι. ἢ οἱονεὶ κνήμας ἢ κλάδους εὐαυξεῖς ἐχούσης.

---

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5031.tlg001.local001/.
