Ancient Greek
180b.649 to 180b.653
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.649-653
Not analysed yet
Καὶ σπέραδος ἀντὶ τοῦ σπέρμα. ὁ δὲ τόνος ὡς τέναγος. Νεμεαῖον δέ, ὅτι ἐν Νεμέᾳ εὑρέθη ἡ βοτάνη αὕτη· καὶ ἀειφύλλου τοῦ μὴ ἀποβάλλοντος τὰ φύλλα, ὅτι οὐ φυλλορροεῖ τὸ κοινῶς λεγόμενον. ἀννήσοιο: διπλοῦν τὸ ν ἀντὶ τοῦ ἀνήσου. οὕτως Ἀττικῶς. ὁλκήεσσαν δὲ τὴν ὁλκὴν ἔχουσαν καὶ βάρος διὰ τὰς ῥίζας, ἢ ἐπὶ τὴν ὁλκήεσσαν πλάστιγγα πεσοῦσαν. Ἢ ῥίζαις ὁλκήεσσαν, πολλὴν καὶ ἐπιμήκη ῥίζαις, ἢ ὑπὸ τὴν βαρουμένην πλάστιγγα. Ἄλλοτε μέν τ’ ἐχίων:· νῦν μὲν τοὺς ὀφιοδήκτους, νῦν δὲ τοὺς σκορπιοδήκτους, ἄλλοτε τοὺς ὑπὸ φαλαγγίων δηχθέντας θεραπεύσειας.