Ancient Greek
180b.678 to 180b.686
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.678-686
Not analysed yet
Ἠὲ καὶ ἠελίοιο τροπαῖς: τὸ ἡλιοτρόπιόν φησι τὸ πρὸς τὰς τροπὰς τοῦ ἡλίου τρεπόμενον. ἐν γὰρ τῷ ἡλιοτροπίῳ καὶ αὐτοῦ τὰ φύλλα τρέπεται. Τεκμαίρει δὲ ἤγουν σημαίνει, φαίνει, δεικνύει· ἴσον πετάλοισι: καὶ αὐτὴ γὰρ ἡ ἐλαία τὰ γλαυκὰ τῶν φύλλων ἄνω ἔχει ἐν θέρους ὥρᾳ, τὰ δὲ μέλανα χειμῶνος. ἡ δὲ κοτυληδὼν εἶδος φυτοῦ ὅμοιον κυμβάλῳ ἐν θριγκοῖς φυόμενον. ἐὰν δέ τις φάγῃ κοτυληδόνα ἔχων χίμετλα ἐν ποσίν, εὐθὺς παύονται. Ἄλλως. Κρατεύας ἐν τῷ Ῥιζοτομικῷ προστίθεται ὅτι πρόβατα ἄρνα εἰ μὴ στέργοι, ἐάν τις κοτυληδόνα τρίψας μεθ’ ὕδατος δῷ, στέργοι. Διήφυσε δὲ ἀντὶ τοῦ ἰάσατο, ἐθεράπευσε. βλωθροῖο: ἤτοι πύρεθρον οὕτω καλούμενον λέγεται. ἔστι δὲ δριμὺ κατὰ γεῦσιν· διὸ καὶ οὕτως ὠνόμασται. μνημονεύει δὲ τῆς βοτάνης ταύτης καὶ Ἰόλαος λέγων αὐτὴν χρησιμεύειν. ἔστι δὲ καὶ ἑτέρα πυρῖτις βοτάνη, ἣν πρὸς παντός φησι θηρίου δῆξιν ἀγαθὴν εἶναι, ὥς φησι καὶ Ἀριστεύας. σκολοπενδρείοιο: σκολοπένδρειος δὲ βοτάνη ἐστίν, ὡς ἐν τῷ ἐπιγραφομένῳ Νάρθηκι ὁ Ἀνδρέας εἶπεν. ἔοικε δὲ τὸ πέταλον σκολοπένδρᾳ τῷ θηρίῳ. στυπτικὸν δέ ἐστι καὶ βοηθεῖ τοῖς θηριοδήκτοις. πάνακες: καὶ γὰρ τὸ πάνακες Φλεγυήιον τὸ παιανικὸν εἶδος τοῦ φυτοῦ. Φλεγυαῖον δὲ τὸ ἐν Φλεγύαις, ἔθνει τῆς Φωκίδος, φυόμενον. Φλεγύαι γὰρ ἔθνος Φωκίδος παρὰ Δελφοῖς ᾤκησαν. ἢ ἐπεὶ οἱ Δελφοὶ Ἀπόλλωνος ἱερὸν Φλεγυήιον ἱδρύσαντο· ἢ ἐπεὶ ὁ Ἀσκληπιὸς ἰατρεῦσαι λέγεται ἐν Δελφοῖς. ὁ γὰρ Ἀσκληπιὸς Κορωνίδος ἦν υἱὸς τῆς Φλεγύου θυγατρός. Μέλανος ποταμοῦ: καὶ γὰρ Μέλας ποταμὸς Βοιωτίας.