Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.717
Not analysed yet
πισσῆεν: ὅτι πισῶδές ἐστι τῇ χροιᾷ ἢ τῇ πνοῇ. ἢ ῥὼξ καὶ πισσῆεν καλεῖται. τὸ ουν περιφράζοιο ἀντὶ τοῦ περισκόπει. τὸ δὲ σήματά τ’ ἐν βρυχμοῖσιν ἀντὶ τοῦ καὶ τὰ ἐν τοῖς δήγμασι γινόμενα σημεῖα. ἐπασσυτέροις ποσίν: ἤτοι πολλοῖς ποσὶν καὶ πυκνοῖς ἕρπον ὡς ἀράχνης. τοῦτό, φησι. μέλαν ὄν ἔχει τοὺς πυκνοὺς πόδας πέριξ, τὴν δὲ κεφαλὴν κατὰ μέσην τὴν κοιλίαν δύο ὀδοῦσιν ὡπλισμένην. λέγεται δὲ ῥώξ, ἢ ὅτι βότρυος ἔοικε ῥωγὶ κατὰ σχῆμα, ἢ ὅτι ῥωγί τινι ἄνθρωπον ἀναιρεῖ τρώσας.