Ancient Greek
180b.725 to 180b.738
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.725-738
Not analysed yet
[ἀστέριον: δεύτερόν φησι φαλάγγιον ὅ καλεῖται ἀστέριον. ἐπὶ τῷ νώτῳ δὲ τούτου λιγνωτά, ἤγουν λιπώδη τινά, στίλβουσι καὶ λαμπραὶ ῥάβδοι ἐν τῷ σώματι. λείπει δὲ ὁ καί, ἵν’ ιἦ καί διαυγέες A] ἀίδηλον: ἤτοι δήξαντος ἀπροσδοκήτως φρίκη ἐπέβαλε τῷ ἀνδρί, κάρωσις δὲ καὶ ὕπνος τῇ κεφαλῇ τοῦ ἀνδρὸς παρακολουθεῖ καὶ μελῶν ἀσθένεια καὶ χαύνωσις ἐπιγίνεται. κυάνεον δέ τοι: τουτέστι τρίτον εἶδος φαλαγγίου φησίν, ὃ καλεῖται κυάνεον. δασὺ δὲ καὶ μετέωρον. χαλεπὸν δὲ πλῆγμα ἐπιφέρει καὶ ὀδύνην τῷ δακνομένῳ. πεδήορον ἤτοι ὑψηλόν, ἐκ τοῦ πέδου μετέωρον καὶ ἐκκρεμές. λοιγὸν ἀραχνήεντα ἤγουν ἀραχνώδης ἔμετος γλίσχρος ἐστὶ κατὰ τὴν αφήν. ἔχει δ’ ὄψιν ἀραχνῶν. ὄλεθρον δὲ ἀραχνήεντα οἱονεὶ γλίσχρον καὶ χυμώδη ἐξήμεσεν, ὅστις διὰ τὸ γλίσχρον κολλίζει τὴν φάρυγγα. Ἄλλως. λοιγὸν ἀραχνήεντα οἷον λεπτόν, ἀράχνῃ ὅμοιον. τὸ δὲ νὺξ περὶ κροτάφοις τουτέστι σκοτοῦνται καὶ βαροῦνται οἱ κρόταφοι αὐτοῦ. Ἀγρώστης γε μέν: καὶ γὰρ τέταρτον εἶδος φαλαγγίου φησίν, ὅπερ καλεῖται ἀγρώστης. ὅμοιον δὲ λύκῳ. ἔστι δὲ μυῖα ὁ λύκος μέλαινα μεγάλη μακροσκελὴς δίπους, τὰ ἐπιφερόμενα διὰ τῶν ἑξῆς ζῷα κατεσθίων, μελίσσας, ψῆνας καὶ μύωπας καὶ τὰ λοιπὰ ὅσα ἐπὶ τὸν δεσμὸν τῶν ἀραχνίων αὐτοῦ παραγίνονται. ἄκμητον: ἤτοι μὴ ἔχον κάματον καὶ ὀδύνην τύμμα ἐπιφέρει τῷ ἀνδρί. μεταμώνιον ἤγουν μάταιον, ἀδρανὲς καὶ ἀνέργητον. ἄλλο γε μέν: πέμπτον εἶδος φαλαγγίου φησίν, ὅπερ καλεῖται δύσδηρι. ἔοικε δὲ σφηκί, ὅθεν καὶ σφηκεῖον αὐτὸ καλοῦσιν· ὃς δὴ σφὴξ ἐκ τοῦ ἵππου ἐκμάσσεται καὶ γεννᾶται καὶ θαρσαλέαν αὐτοῦ γενεὰν ἐκτυποῖ καὶ ἐκφαίνει κατὰ τὸ θράσος.