# Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.744-758

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), 180b.744 to 180b.758. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-nicandrum/scholia-et-glossae-in-nicandri-theriaca-scholia-vetera-et-recentiora/180b.744

Ἄλλοτε παλμός: καὶ γὰρ παλμός ἐστιν ἡ τῶν νεύρων καὶ τῆς καρδίας καὶ τῶν φλεβῶν νοσησάντων κίνησις. παλμὸς μὲν οὖν ἐξ ἀρρώστου σώματος, σφυγμὸς δὲ ἐξ εὐρώστου. μινύθοντα δὲ λέγει τὸν δηχθέντα καὶ ἀσθενῶς διακείμενον καὶ ἐλαττούμενον. ἀδράνεια δὲ ἡ ἀσθένεια, καὶ γίνεται παρὰ τὸ μὴ δύνασθαί τι δρᾶν. μυρμήκειον: ἕκτον εἶδος φαλαγγίου φησίν, ὃ δὴ μυρμήκειον καλεῖται. ἔοικε γὰρ μύρμηκι· ἔχει δὲ τὸν μὲν τράχηλον πυρρόν, τὴν δὲ κεφαλὴν μέλαιναν, ἅμα δὲ καὶ τὸ σῶμα μέλαν, περιέχον μικρὰς λευκὰς ῥανίδας, ἀστέρι ὅμοιον. Σώστρατος δὲ μυρμήκειον καὶ μύρμηκα Ἡρακλεωτικὸν καλεῖ, ὑπὸ δὲ τῶν ἄλλων μυρμηκοειδές. ἄζῃ γε μέν: ἤτοι ἡ παρὰ μυρμηκείου ἀπὸ σήψεως μελανία ἢ ξηρασία. Δημητρίου λέγοντος ἄζη ἡ ξηρασία ἢ θηρίδιον Ἀντίγονος ἐναντιούμενός φησιν ἄζην τὴν ἐπίχροιαν τοῦ σώματος καὶ μελανίαν· καὶ παρ’ Ὁμήρῳ (Od. Χ 184) δὲ ἔνιοι ἀκούουσι πεπαλαγμένον ἄζῃ ἀντὶ τοῦ κεχρωσμένον ὑπὸ μελανίας. αἰθαλέη δὲ ἤγουν τεφρώδης. ὁ δὲ νοῦς οὕτως, μέλαινα δὲ καὶ τεφρώδης ὀλίγον φαίνεται ἡ κεφαλὴ αὐτοῦ ἐπὶ τῷ τραχήλω αὐτοῦ. γράφεται δὲ καὶ ἀείρεται, ἀντὶ τοῦ ἐπίκειται τῷ τραχήλῳ ὀλίγον μέλαινα ἡ κεφαλή. ἴσα δὲ κνώπεσσι ἀντὶ τοῦ τὰς ἀλγηδόνας ἴσας τοῖς προτέροις θηρίοις παρέχει, ἤγουν τοῖς φαλαγγίοις, οἷς προεῖπεν. χειροδρόποι: ἤγουν οἱ ταῖς χερσὶ δρέποντες, ἤγουν θερίζοντες ἄνευ δρεπάνου. ἐν δὴ τοῖς τόποις τῶν ὀσπρίων φησὶ τὸ ἕβδομον εἶδος τῶν φαλαγγίων εὑρεθῆναι. λέγεται δὲ ὅμοιον εἶναι κανθάροις, πυρρόν· περὶ δὲ τὸ δῆγμα τοῦ βλαβέντος φλύκταιναι ἐπανίστανται. τὸ μὲν οὖν ὄσπρια χέδροπά τ’ ἄλλα ὅμοιον τῷ ἑρπηστὰς ἔχιάς τε (Ther. 9), ἀπὸ γενικοῦ εἰς εἰδικόν. μεσοχλόου δὲ τῆς μήτε λίαν σκληρᾶς μήτε λίαν ἁπαλῆς ἀλλ’ ἔτι ἐγχλόου οὔσης· τότε γάρ θερίζουσι τά ὄσπρια, πρὶν ξηρανθῶσι τελείως. δίενται δὲ ἀντὶ τοῦ διάγουσιν, ἐν τοῖς κυάμοις εὑρίσκονται ἢ διαιτῶνται, ἢ σιτίζονται καὶ νέμονται. παρέστραπται: τὸ δὲ νοερὸν περιβλάπτεται καὶ. ἡ γλῶσσα φθέγγεται ἄσημα λήθουσα καὶ παραφρονοῦσα. διάστροφοι γὰρ τοῦ πληγέντος οἱ ὀφθαλμοί.

---

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5031.tlg001.local001/.
