Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.760
Not analysed yet
κνώδαλα: ἐνταῦθα κνώδαλα τὰ μικρὰ ζῷα ἐοικότα ταῖς ἀκρίσι λέγει εἰωθότα φαίνεσθαι περὶ τὰς ἁφὰς τῶν λύχνων. οἱ δὲ περὶ Ἀρίσταρχόν φασι κυρίως τὰ ἐν τῇ θαλάσσῃ. Ὅμηρος δὲ (Od. Ρ 317) ἐπὶ τοῦ χερσαίου. νῦν δὲ ὁ Νίκανδρος ἐπὶ τοῦ πτηνοῦ. τὸ δὲ ζῷον καλεῖται κρανοκολάπτης. φαλαίνῃ δὲ ἐναλίγκια· καὶ γὰρ ἡ φάλαινα ζῷον, ἥτις νῦν ψώρα καλεῖται. Ἄλλως. φάλαινα λέγεται ἡ παρ’ ἡμῖν ψυχή. ἔστι δὲ αὕτη ὄρεον, ᾗ φασιν ἐμφερῆ τὸν κρανοκολάπτην. Σώστρατος δέ φησι ἐν τῷ περὶ βλητῶν καὶ δακέτων ὅτι, ἐάν τις λαβὼν κρανοκολάπτην ἐλαίῳ ἀποπνίξῃ, ἀλεξίκακον γίνεται. Ἄλλως. τὰ περὶ λύχνους πετόμενα θηρία φάλαιναι καλοῦνται παρὰ Ῥοδίοις.