Ancient Greek
180b.767 to 180b.776
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.767-776
Not analysed yet
ἀκροτάτῳ κεφαλῇ: τὸ κέντρον, φησίν, ἐν τῷ αὐχένι καὶ ἐν τῇ κεφαλῇ τοῦ ἀνδρὸς ἐνήψατο καὶ προσέβαλεν. εἰ δ’ ἄγε: ἐνταῦθα κοινῶς φησι. διαλέγεται δὲ περὶ τῶν κατ’ εἶδος ῥηθησομένων. τῶν ἤτοι λευκός: φησὶ δέ, ὁ μέν τις λευκός ἐστι κατὰ τὸ εἶδος, ἀβλαβὴς δὲ καὶ πυρρὸς κατὰ γένυν. καῦσον δὲ τοῖς πληγεῖσιν ἐπάγει. τὸ δὲ περισπαίρουσιν γράφεται καὶ περιπλάζονται. περιπλάζονται δὲ ἐν ταῖς λώβαις, φησί, καθάπερ οἱ πυρετῷ συνεχόμενοι. κρατερὸν δ’ ἐπὶ δίψος: ὅτι τὸ δίψος οὐδέτερον. ἄραδον κακόν: ἀντὶ τοῦ κίνησιν κακήν, οἷον παλμόν. Ἄλλως. ἄραδος λέγεται ἡ κίνησις τοῦ σώματος ἡ μετὰ γυμνασίας καὶ ἀλγηδόνος. οἱ δὲ πληγέντες ὑπ’ αὐτοῦ μεμήνασι καὶ ἀσθμαίνοντες τελευτῶσιν. Ἄφραστοι γελόωσι: ἀντὶ τοῦ ἀλογίστως καὶ ματαίως.