Ancient Greek
180b.782 to 180b.786
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.782-786
Not analysed yet
Ἐμπέλιος: ἤτοι πελιδνός, ὁ ὠχρὸς λεγόμενος, ἔχει με γάλην γαστέρα, ὃς τοῖς πληγεῖσιν οἰδήσεις βουβώνων ἐμποιεῖ. ἄητος δὲ ἄπληστος. Ὅμηρος "ἄατος πολέμοιο." βουβῶσι τυπήν: διαλανθάνων γὰρ ὑπὸ τὰ ἱμάτια εἰσέρχεται καὶ τὸν βουβῶνα τύπτει. βούβρωστις δὲ κυρίως ἡ τροφή, νῦν δὲ ἡ ἀνία καὶ ὁ ἰός. ἐνδεικτικὸν δὲ τοῦ σφοδροῦ δήγματος τὸ βούβρωστις, ὡσανεὶ λέγει, τοιαύτη δὲ ἀνία, μεγάλη δηλαδὴ ἀνία, ταῖς γένυσιν ἐνέσκληκεν, ἤγουν ἐνεξήρανται ἢ ἐνεστήρικται. αἰγιαλῆι: ἤτοι οὐ πετραίῳ καὶ πελαγίῳ, οὐδὲ λιμναίῳ ἢ ποταμίῳ, ἀλλ’ αἰγιαλεῖ· τῶν γὰρ καρκίνων οἱ μὲν θαλάσσιοί εἰσιν, οἱ δὲ ποτάμιοι. νῦν οὖν αἰγιαλεῖς εἶπεν τοὺς θαλασσίους. αἰγιαλὸς γὰρ ἡ ἀκτὴ τῆς θαλάσσης εἴρηται.