# Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.818-824

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), 180b.818 to 180b.824. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-nicandrum/scholia-et-glossae-in-nicandri-theriaca-scholia-vetera-et-recentiora/180b.818

καὶ σαλαμάνδρειον: ἱστορεῖται αὕτη διὰ πυρὸς πορευομένη μὴ βλάπτεσθαι. τὰ δὲ κέντρα αὐτῆς ψιλοῖ τὰς τρίχας. ἔστι δὲ τὸ ζῷον ὅμοιον σαύρᾳ, τετράπουν, βραχύκερκον. ἄκμηνος δέ, μὴ κάμνουσα, μὴ φλεγομένη ἐκ τοῦ καμάτου, ἢ ἄγευστος καὶ ἀνεπαίσθητος τοῦ πυρός. Ἄλλως. ἡ σαλαμάνδρα ζῷόν ἐστι τετράπουν μήτε δέρμα μήτε λεπίδας ἔχον, βραχὺ δὲ ὄν, ὡς ἡ σαύρα· ἔοικε δὲ τῷ χερσαίῳ κροκοδείλῳ· ψυχρὸν δὲ φύσει ὑπάρχον, ἐὰν εἰς κάμινον ἐμ πέσῃ, τὸ μὲν πῦρ σβέννυσιν, αὐτὸ δὲ μένει ἄφλεκτον. Ῥαγόεν δέρος φησὶ τὸ διερρωγός· διέρρηκται γὰρ τὸ δέρος τῆς σαλαμάνδρας, δι’ ὧν ῥωγάδων ὁ ἱδρὼς αὐτῆς καταστάζων τὸ πῦρ κατασβέννυσιν. ἄκρα δὲ γυίων τὰ κῶλα τῶν γονάτων δηλοῖ. ὅσα πόντος ἁλός: αντὶ τοῦ ἡ θάλασσα τοῖς ἑαυτῆς ῥοθίοις, ἤγουν κύμασιν, ἑλίσσει. ἔστι δὲ ὁ τρόπος περίφρασις. περὶ δὲ τῶν ἐν θαλάσσῃ διαλέγεται. κατὰ κοινοῦ δὲ τὸ οἶδα ἀλεξητήρια. μυραίνης δ’ ἔκπαγλον: Ἀρχέλαός φησιν ἐν τοῖς Ἰδιοφυέσι προιούσας τὰς μυραίνας τοῖς ἔχεσι μίγνυσθαι, ἔχειν δὲ ὀδόντας ὁμοίους ἔχεσιν. φησὶ δὲ ψευδὲς εἶναι καὶ Ἀνδρέας καὶ μήτε τὴν μύραιναν προιέναι μήτε τὸν ἔχιν παρ’ αἰγιαλὸν διατρίβειν. τὸ δὲ κατεπρήνιξεν, δακοῦσα γὰρ τοὺς ἁλιεῖς ἐκ τῶν ἐπάκτρων, ἤγουν ἁλιευτικῶν πλοίων (ἐπακτῆρες γὰρ οἱ ἁλιεῖς) κατεπρήνιξε, τουτέστι πρηνεῖς εἰς τὴν θάλασσαν ἔρριψεν.

---

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5031.tlg001.local001/.
