Ancient Greek
180b.831 to 180b.837
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.831-837
Not analysed yet
Η ἐν πρέμνοισι: καὶ ὅταν, φησίν, εἰς πρέμνον δένδρου παγῇ, ξηραίνει αὐτὸ. καὶ γὰρ εἴ τις πλήξειε πρέμνον δένδρου ἢ στέλεχος τῷ τῆς τρυγόνος κέντρῳ, βλάβην καὶ ξηρασίαν ἐμποιεῖ τῷ φυτῷ. ὡς ὑπὸ ἡλίου δὲ καέντος αὐτοῦ αἱ ῥίζαι καὶ τὰ φύλλα ἀποφθίνεται. τούτῳ δὲ ἤγουν τῷ κέντρῳ ἱστορῆσαί τινα λέγει τὸν Ὀδυσσέα πληγέντα τελευτῆσαι. ὁλκαίοισι: καὶ γὰρ ὁλκαίοις, τοῖς ὁλκὸν ἔχουσι, δικτύοις, τουτέστι μακροῖς καὶ ἐπιμήκεσι. Οἷσιν ἐγώ: λείπει ἡ ἐπί πρόθεσις, ἵν’ ᾖ ἐφ’ οἷστισιν ἐγὼ διέλθω. τοῦτο γὰρ σημαίνει τὸ διείσομαι. ἄρκια νούσων, ἤγουν ἀποτρεπτικὰ καὶ βοηθητικά.