Ancient Greek
180b.907 to 180b.925
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.907-925
Not analysed yet
ὀπὸν νῦν τὸν Κυρηναικόν φησι, δάκρυα δὲ τὸν χυλόν. τρισσοῖς δὲ ὁλκήεσσι, τουτέστι τριπλοῖς ὀβολοῖς. Ὁλκήεσσιν ἰσοζυγέων: τουτέστι τοῖς ὀβολοῖς ὁλκήεσσιν ἰσόσταθμον στήσας τῷ ἀπὸ τοῦ τριφύλλου. Πολλάκι κρῆθμον: ἤτοι λάχανόν ἐστι. καὶ γὰρ μέμνηται αὐτοῦ καὶ Καλλίμαχος ἐν τῇ Ἑκάλῃ. κεροειδέα δέ, ἐπεὶ κερατοειδές ἐστι τὸ φυτόν, ὁ ἕρπυλλος, τοῖς φύλλοις. ἐνικνήθεο ῥίζας: τουτέστι τρῖβε τὰς ῥίζας τοῦ σιλφίου μετὰ οἴνου. Λιβυκὰς γὰρ ῥίζας τὸ σίλφιόν φησι, διότι πολύ ἐστιν ἐν τῇ Λιβύῃ. ἐξ ὧν σύ ποτε μὲν μικτῶς πάντα, ποτὲ δὲ χωρὶς ἕκαστον μίξας ἐν φιάλῃ μετ’ ὄξους ἢ οἴνου ἢ ὕδατος, πολλάκις δὲ καὶ μετὰ γάλακτος πῖνε. ἢν δέ σ’ ὁδοιπλανέοντα: ἐὰν δὲ συμβῇ σε ὁδοιποροῦντα πληγὴν ἀναδέξασθαι, τὸ τηνικαῦτα σὺ ὁ πληγεὶς λάβε τὰς παρατυγχανούσας ῥίζας ἢ ποίας δήποτε καὶ λαβὼν διαμασῶ, καὶ τον μὲν χυλὸν ἔκβαλε, τὰ δὲ μασηθέντα βοτάνια ἐπιτίθει, καὶ οὕτω θεραπευθήσῃ καὶ φεύξῃ τὴν ὀδύνην. κατασπέρχῃ δὲ ἀντὶ τοῦ κατεπείγῃ τῇ ὀδύνῃ καὶ καταπονῇ. μαστάζειν ἀντὶ τοῦ μάσταζε. ἔστι δὲ μασῶ ταῖς σιαγόσιν. ὄφρα ὀδύνην καὶ κῆρα: ὅπως τὴν ὀδύνην καὶ τὴν βλάβην τὴν κατεπείγουσάν σε ἐκφύγῃς. ναὶ μὴν σικύην: ἤτοι τὴν χαλκῆν ἢ σιδηρᾶν σικύαν λέγει, μεθ’ ης σικυάζουσιν οἱ ἰατροὶ καὶ ἐκσύρουσι δι’ αὐτῆς τὸ πληχθὲν αἷμα. καὶ ἐνταῦθα οὖν σικυάσαι κελεύει, ἵνα ἐκσύρῃς τὸν ἰόν. ἢ τὸν τῆς συκῆς, φησι, γαλακτώδη ὀπὸν ἔμβαλε τῷ τύμματι. ἢ σίδηρον καυστειρὰν θαλφθεῖσαν ὑπὸ στέρνοις καμίνου, τοῖς στέρνοις πυρακτωθεῖσαν, ἔμβαλε τῇ τύψει. σημειωτέον δὲ ὅτι τὸν σίδηρον θηλυκῶς εἶπε. κελεύει δὲ χρήσασθαι κατὰ τόπον τῇ σιδήρου καύσει, ἵνα καύσῃ τὸν ἰὸν καὶ τὴν δηχθεῖσαν σάρκα. αἰγὸς ἐνίπλειον δέρος: τὸν ἀσκὸν λέγει. κελεύει δὲ ἐν αἰγείῳ ἀσκῷ οἴνου ὄντι πεπληρωμένῳ ἀποδῆσαι ἔσωθεν τὸ πληχθὲν μέρος.