Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.932
Not analysed yet
μίγδην ἐν πυράθοισι: καὶ γὰρ πύραθοί εἰσι τῶν αἰγῶν τὰ ἀποπατήματα. ταῦτα οὖν εἰς τρύγα οἴνου ἢ ὄξους χέας καὶ μεμιγμένως ταράξας ἔτι νεαρᾶς οὔσης τῆς πάτου, τουτέστι τῆς πυράθου, πέριξ τοῦ δήγματος ἕλισσε, ὅ ἐστι χρῖε, ἕως ἐστὶ νεαρὸν τὸ ἀποπάτημα τῆς αἰγός. δεῖ γὰρ αὐτὸ νεαρὸν ἔτι ὑπάρχον ἐπᾶραι καὶ μῖξαι μετὰ τῆς τρυγὸς ἢ αὐτὸ τὸ μῖγμα νεαρὸν ὑπάρχον χρῖσαι. Ἄλλως. πυράθοισι: τοῖς ἀποπατήμασι τῶν αἰγῶν. Ἀλέξανδρος ἐν τῷ περὶ θηριακῶν κελεύει τὰ τῶν αἰγῶν ἀποπατήματα, ἄν τε ὑγρὰ ἦ ἄν τε ξηρά, μετὰ τρυγὸς ὄξους ἢ οἴνου αὐτὰ κατασκευάζειν· τὰ δὲ ἐπιφερόμενα πάντα βοήθειαν ἔχει.