Ancient Greek
180b.934 to 180b.941
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.934-941
Not analysed yet
ὄφρα δὲ καὶ πάσῃσι: νῦν καθολικῶς πάσης νόσου, ἤτοι παντὸς δήγματος, λέγει τὰ ἀλεξητήρια· ἵνα δὲ καὶ πάσαις ταῖς βλάβαις ἀλεξητήρια κατασκευάσας θαρρῇς, λείπει δὲ τὸ λέγω σοι, ὅπερ ἡδὺ πάνυ ἔσται. ἦμος ὅτε θρόνα: ἡνίκα τὰ πολλὰ θρόνα, τουτέστι φάρμακα, ἤγουν τὰς βοτάνας, ὑπὸ τῇ ἰδίᾳ χειρὶ ταράξεις. ἐν μὲν καὶ ἀριστολόχεια καὶ ἃς ἑξῆς ἐπιφέρει. αὕτη δὲ ἡ βοτάνη ἀριστολόχεια ἐκλήθη διὰ τοῦτον τὸν τρόπον. τοῦ νεὼ τοῦ ἐν Ἐφέσῳ κατασκευαζο μένου πολλοὺς ὑπὸ ἔχεων συνέβη πληγῆναι· ἡ δὲ θεὸς ἐμήνυσεν Ἀριστολόχῳ τῷ Ἐφεσίῳ τὴν πόαν ταύτην, ᾗ ἐθεραπεύοντο οἱ πληττόμενοι. καὶ ἐκ τούτου ἀριστολόχεια ἐκλήθη, ἀπὸ Ἀριστολόχου τοῦ Ἐφεσίου ἐκείνου, ὃς πρῶτος ταύτην εὗρεν. ῥίζαι: τουτέστι τῆς χαλβάνης ἡ ῥίζα. κατὰ κοινοῦ δὲ τὸ εἶεν. ἔστω δὲ καὶ ἀριστολόχεια καὶ ἴριδος ῥίζα, ἥτις ἐστὶ φυτόν, καὶ νάρδου ῥίζα σὺν τοῖς φύλλοις τοῦ πυρέθρου καὶ δαύκης καὶ τῶν λοι πῶν. καὶ ἡ πύρεθρος δὲ βοτάνη ἐστίν, ἣν πυρῖτιν ἀλλαχοῦ λέγουσιν. τὴν δὲ γλυκυσίδην ὁ Θεόφραστος (hist. plant. VIIII 8, 6) καὶ παιωνίαν λέγει· φυτὸν δέ ἐστιν. κάρφεά τ’ ἐλλεβόρου: ἀντὶ τοῦ τοὺς κλάδους καὶ τὰ σπέρματα. μελανόχροος δὲ εἶπεν, ἐπειδὴ καὶ λευκός ἐστιν ἐλλέβορος.