Ancient Greek
180b.947 to 180b.958
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.947-958
Not analysed yet
Κινάμοιο: ἐν τῷ γ (c. 111) φησὶν Ἡρόδοτος ἐν Ἰνδικῇ ζῷον εἶναι, ὃ καλεῖται κινάμωμον, ὅτι καλιὰν ποιεῖται ἐκ τῶν καρφῶν διὰ τὴν ὀδμήν· ὅθεν καὶ κινάμωμον καλεῖται. οἱ δὲ τὸ ξύλον τὸ κινάμωμον αὐτό φασιν εἰρηκέναι. πολυστείοισι νομάζων: ἤτοι πολυψήφοις. εἰ δὲ πολυμνίοισιν, ἀντὶ τοῦ πολλὰ μνία ἔχουσι· μνία γὰρ τὰ βρύα· διὸ καὶ διὰ τοῦ ἰῶτα γράφεται. νομάζων δὲ ἀντὶ τοῦ νεμόμενος. ἐν στύπεϊ: τῷ κύτει καὶ τῇ γαστρὶ τοῦ ὅλμου· περιφραστικῶς ἀντὶ τοῦ ἐν ὅλμῳ, τουτέστι τῇ θυείᾳ. ἀπαρινέα δὲ ἀντὶ τοῦ ἀπαρίνης χυλόν. ἀπαρίνη δέ ἐστιν εἶδος φυτοῦ. τὸ δὲ διακριδόν γράφεται καὶ διασταδόν. τροχίσκους δὲ δραχμαίους ποίει. χωρείτω δέ, φησιν, ὁ δραχμαῖος τροχίσκος δύο κοτύλους καὶ πινέσθω. καί κεν Ὁμηρείοιο: ἢ διὰ τὸν ζῆλον ἢ διὰ τὴν πατρίδα. Κολοφώνιον γὰρ ἔνιοι τὸν Ὅμηρον ἐγενεαλόγησαν. ἢ ἴσως Ὁμηρικόν, ὥσπερ Κρατίνειον καὶ Ἀριστάρχειον. μνῆστιν ἔχοις: ἤτοι μνησθείης ἄν μου, ὦ Ἑρμησιάναξ, τοιαύτας εὑρόντος θεραπείας. νιφόεσσα δὲ περιφραστικῶς ἡ Κλάρος, ἥτις οὕτως ὠνόμασται παρὰ τὸ ἐκεῖ γενομένην τὴν Μαντὼ τὴν Τειρεσίου μετὰ Ζωγραίου κλαῦσαι, ἢ διὰ τὸ λαχεῖν αὐτὴν τὸν Κλάριον Ἀπόλλωνα. γράφεται καὶ Κλάρου πολίχνη, τουτέστιν ἡ Κλάρος αὐτή. ἔστι δὲ πόλις Κολοφῶνος.