Ancient Greek
Section 13
Scholia in Nicandrum, Scholia in Nicandri Alexipharmaca (scholia vetera et recentiora) 13
Not analysed yet
Πνυθείης ἀντὶ τοῦ πνῦθι, ἤγουν σύνες, γνῶθι, εὐκτικὸν ἀντὶ προστακτικοῦ, ακουε, μάθε· τὸ δ’ ἀκόνιτον ῥιζίον τί ἐστι βοτάνης ὅμοιον ἀγρώστιδι, οὗ ἡ πόσις πικρὰ οὖσα τὸ μὲν στόμα ἅπαν στύφει, τὴν δὲ καρδίαν δάκνει, τὸ δὲ πνεῦμα ὑπὸ καταψύξεως τοῦ πνεύμονος ἐπικόπτει, λυγμοὺς συνεχεῖς ἀποτελοῦσα· διὸ καὶ τὸν στόμαχον ἀεικίνητον ὄντα ἐμποδίζουσα κλείει, τὴν δὲ κοιλίαν πνευμάτων ἐμπίπλησι καὶ τὸν κῶλον, τοῖς δὲ κροτάφοις παλμὸν παρέχουσα καὶ τῇ κεφαλῇ βάρος καὶ τοῖς μέλεσιν ἱδρῶτας, ἔκφρονας ποιεῖ καὶ ἀσθενεῖς. Τὸ ἀκόνιτον εἶδος βοτάνης ἐστὶν, ὅπερ καλοῦσιν ἀπὸ τοῦ συμβεβηκότος πορδαλιαγχὲς διὰ τὸ ἀπόλλυσθαι ὑπ’ αὐτοῦ τὴν πόρδαλιν, ἐπειδὴ ἀντιφάρμακον ἔχει τὴν ἀνθρωπείαν κόπρον, καὶ οὐ πρότερον ἐσθίουσιν αἱ πορδάλεις, εἰ μὴ ἔχοιεν τὴν κόπρον πλησίον, ἵν’ εὐθέως προσενέγκοιντο τὴν βοήθειαν· οἱ οὖν νομεῖς τὸν ἀπόπατον ἐξάπτουσιν ἐκ δένδρων, εἶτα, ἐπειδὰν φάγωσιν αἱ πορδάλεις τὸ ἀκόνιτον καὶ ὁρμήσωσιν ἐπὶ τὴν κόπρον, ἀνασπῶσιν οἱ ποιμένες, καὶ περιαλλόμεναι τουτέστιν ἐπιπηδῶσαι ἀποθνήσκουσιν· ἱστορεῖ Ἀριστοτέλης ἐν τῷ ἐννεακαιδεκάτῳ περὶ ζώων (H. A. IX 6, T. I, p. 612). Πνυθείης· τὸ ἀκόνιτόν φασιν ἐκ τοῦ ἐμέτου τοῦ Κερβέρου φυῆναι· ἱστορεῖται γὰρ τὸν Κέρβερον ἐξ ᾅδου ἀνενεχθέντα μὴ δύνασθαι ὑπομεῖναι τὰς αὐγὰς τοῦ ἡλίου καὶ ἐμέσαι, καὶ ἐκ τοῦ ἐμέτου ταύτην γενέσθαι τὴν βοτάνην. Ἀχέρων δὲ ποταμὸς ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ, ἔνθα τὸν τοῦ Ἅιδου κύνα ὁ Ἡρακλῆς ἐξήγαγε, καὶ ὁ λόφος Ἀκόνιτος λέγεται.