Ancient Greek
Section 130
Scholia in Nicandrum, Scholia in Nicandri Alexipharmaca (scholia vetera et recentiora) 130
Not analysed yet
Νηστείρης Δηοῦς· ἰστέον, ὅτι τῆς Κόρης, ἤγουν τῆς Περσεφόνης, ἁρπαγείσης ὑπὸ τοῦ Πλούτωνος ἡ μήτηρ αὐτῆς ἡ Δηὼ περιήρχετο νῆστις ζητοῦσα αὐτήν, ὑπεδέχθη δ’ ἐν τοῖς οἴκοις τοῦ Ἱπποθόωντος, ὃς ἦν υἱὸς τοῦ Ποσειδώνος ἐξ Ἀλόπης τῆς Κερκυόνος, ὑπὸ τῆς γυναικὸς αὐτοῦ Μετανείρας, ἥτις Μετάνειρα παρέθηκεν αὐτῇ τράπεζαν καὶ ἐκέρασεν αὐτῇ οἶνον ἐπὶ τῇ θλίψει, ἡ δὲ θεὸς οὐκ ἐδέξατο, λέγουσα μὴ θεμιτὸν εἶναι πιεῖν αὐτῇ οἶνον ἐπὶ τῇ θλίψει τῆς θυγατρὸς, ἀλφίτων δ’ αὐτὴν κυκεῶνα ἐκέλευσε κατασκευάσαι, ὃν δεξαμένη ἔπιεν· Ἰάμβη δέ τις δούλη τῆς Μετανείρας ἀθυμοῦσαν τὴν θεὸν ὁρῶσα γελοιώδεις λόγους καὶ σκώμματά τινα πρὸς τὸ γελάσαι τὴν θεὸν ἔλεγεν· ἦσαν δὲ τὰ ῥηθέντα ὑπ’ αὐτῆς ἰαμβικῷ μέτρῳ ῥυθμισθέντα, ὅπερ αὐτὴ πρῶτον εἶπεν, ἐξ ἧς καὶ τὴν προσηγορίαν ἔλαβον ἴαμβοι λέγεσθαι· Ἰάμβη δὲ θυγάτηρ Ἠχοῦς καὶ Πανὸς, Θρᾷσσα δὲ τὸ γένος. Μορόεν δὲ ποτόν, τὸ ἐν κακοπαθείᾳ δοθέν· ὅτι δὲ διὰ γλήχωνος ἔπιεν ἡ Δημήτηρ τὸν κυκεῶνα καὶ διὰ τὴν χλεύην τῆς Ἰάμβης ἐγέλασεν ἡ θεὰ, ἐν τοῖς εἰς Ὅμηρον ἀναφερομένοις ὕμνοις λέγεται (Hymm. in Cer. 192 sqq.) .