# Scholia in Nicandri Alexipharmaca (scholia vetera et recentiora) 249

Scholia in Nicandrum, Scholia in Nicandri Alexipharmaca (scholia vetera et recentiora), Section 249. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-nicandrum/scholia-in-nicandri-alexipharmaca-scholia-vetera-et-recentiora/249

Μηδείης· ἤτοι τὸ ἐφήμερον σκευαστικόν ἐστι φάρμακον, ὃ καλεῖται κολχικὸν, ὃ βαρβαρικὸν, ὃ καὶ οἱ βάρβαροι νάφθαν καλοῦσιν, ὃ οἱ χριόμενοι ἢ ἱμάτιον ἀληλιμμένον ὑπ’ αὐτοῦ φοροῦντες ἢ ἄλλο τι, ἐὰν ἔναντι ἡλίου στῶσιν, ὡς ὑπὸ πυρὸς κατεσθίονται δαπανώμενοι· ἔστι γὰρ καυστικὸν, δοκεῖ δ’ ἡ Μήδεια τὴν κατασκευὴν αὐτοῦ εὑρηκέναι, διὸ καὶ κολχικὸν λέγεται· οἱ δ’ ἶριν αὐτὸ προσαγορεύουσιν, ἄλλοι φαρικὸν, ἕτεροι ἐφήμερον, ὅτι ἐν αὐτῇ τῇ ημέρᾳ ᾗ ποθῇ ἀναιρεῖ· γίνεται δὲ παρὰ τὸν Ὕπανιν τὸν ποταμόν· τοῦτο γεννᾶται ὄρθρου, μαραίνεται δὲ περὶ μεσημβρίαν· ἢ διὰ τὸ ἡμέραν ὅλην μὴ δύνασθαι ἐξαρκεῖν τοὺς πιόντας αὐτό· τοῦτο οὖν τὸ ἐφήμερον ἐν μὲν τῇ γεύσει εὐθὺς τὰ εἴσω τῶν χειλέων κινεῖ πρὸς κνησμὸν, ὡς ἀπὸ γάλακτος συκῆς, ἢ σκίλλης ἢ κνίδης, ἐν δὲ τῇ καταπόσει ἐσθίον τὸν στόμαχον καὶ δηγμοὺς ἱκανοὺς παρέχον βάρος εἰς αὐτὸν ἐνίησιν, ἔπειτα σφοδρῶς αὐτον καταξέσαν ἑλκοῖ τοσοῦτον, ὥστε ποτὲ μὲν ἐμεῖν ὅμοιον πλύματι κρεῶν θολερῶν, ποτὲ δὲ κόπρον προϊέναι· βοηθεῖ δὲ τοῖς πεπωκόσι τὸ φάρμακον γάλα ποθὲν, ἐναποβεβρεγμένων εἰς αὐτὸ δρυὸς φύλλων· ποιοῦσι καὶ τὰς περὶ τὴν κεφαλὴν θάλψεις· ἢ γάλακτος βοείου προσαγωγῇ, τοῦ μὲν πινομένου εἰς κόρον θερμοῦ, τοῦ δ’ ἐν τῷ στόματι τηρουμένου· βοηθεῖ δὲ καὶ ὁ βλαστὸς τοῦ πολυγόνου, ἢ καὶ ἡ ῥίζα κατακοπεῖσα καὶ ἐν γάλακτι ἑψηθεῖσα, ἢ ἐν ἀποβρέγματι μήλων, ἢ κυδωνίων, ἢ στυπτικῶν μύρτων, ἢ ἑλίκων ἀμπέλου, ἢ βάτου κλάδων, καὶ τοῦ ἑρπύλλου τὰ φύλλα ἑψηθέντα ἐν ἀποβρέγματι τῶν ἐντοσθίων τοῦ νάρθηκος, ἢ σαρδιανῶν βαλάνων, καὶ ποθέντα βοηθεῖ, καὶ ἡ ἐντεριώνη τοῦ νάρθηκος τετριμμένη ποθεῖσα, βοηθεῖ δὲ καὶ ἡ ὀρίγανος λειανθεῖσα.

---

Scholia in Nicandrum, Scholia in Nicandri Alexipharmaca (scholia vetera et recentiora), ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5031.tlg002.local001/.
