Ancient Greek
Section 282
Scholia in Nicandrum, Scholia in Nicandri Alexipharmaca (scholia vetera et recentiora) 282
Not analysed yet
Ἐμπλάζεται ἦτορ ἀντὶ τοῦ περιφέρεται τῇ διανοίᾳ, ἤτοι ταράσσεται καὶ ἔμπληκτος γίνεται· καὶ λυσσηθεὶς ἀντὶ τοῦ μανεὶς κατατρώγει τὴν γλῶσσαν αὑτοῦ. Ἰξία γένος ἐστὶ τῆς σίλφης, ἐστὶ δὲ τῇ χροιᾷ μέλαν, τῇ δ’ ὀσμῇ ἐν τῇ πόσει ὅμοιον ὠκίμου σπέρματι, ἤτοι τῆς βασιλικοῦ πνοὴν ἔχον, ποθὲν δὲ τὸ φάρμακον τοῦτο τὴν μὲν γλῶσσαν οἰδεῖ, φλέγον αὐτὴν, παὶ παραφροσύνην ἐμποιοῦν ἐσθίειν αὐτὴν παρασκευάζει, δίκην δ’ ἰξοῦ τὴν τροφὴν κατέχει, ἔμφραξιν ἐργαζόμενον οὔρου τε καὶ κόπρου, καταπνῖγον δὲ τὸ πνεῦμα περὶ τὰς στενὰς τῶν ἐντέρων ὁδοὺς εἱλεῖσθαι ποιεῖ καὶ δι’ ἕδρας ψόφους παρασκευάζει, ἢ διὰ στόματος ἐρεύγεσθαι δίδωσιν. Τοῦτο τὸ ποτὸν πολλάκις ἐμεῖν παρασκευάζει τὴν τροφὴν παραπλήσιον τοῖς ἄνευ ὀστράκων ὠοῖς τῶν ὀρνίθων, οἷον τοῖς ἀτελέσι καὶ ἐν τῷ ὑμένι οὖσι, τουτέστι νεωστὶ τεθρομβωμένοις ἐν τοῖς ἐγκάτοις αὐτῶν καὶ ὑμένας μόνους ἔχουσιν.