Ancient Greek
Section 312
Scholia in Nicandrum, Scholia in Nicandri Alexipharmaca (scholia vetera et recentiora) 312
Not analysed yet
Τὸ ταύρειον αἷμά φησι Πραξαγόρας πινόμενον πήγνυσθαι ἐν τῷ στήθει καὶ θρομβοῦσθαι, ἔπειτα, συνεχομένων τῶν πνοῶν, θνήσκειν ποιεῖ, οὐ λανθάνει δὲ πινόμενον, ὥσπερ καὶ τὰ ἄλλα δηλητήρια πολλάκις ἀγνοοῦνται· ἔστι γὰρ εὐτονώτερον τοῦ τῶν ἄλλων ζώων αἵματος, ὡς Ἀριστοτέλης (H. A. ,III 19 et P. A. II, 4 T. I, p. 520 b, et 35 651 a)· διὸ καὶ ἀφρόνως εἶπεν· τινὲς ἀποκαρτεροῦντες πίνουσιν αὐτὸ καὶ τελευτῶσιν.