Ancient Greek
Section 347
Scholia in Nicandrum, Scholia in Nicandri Alexipharmaca (scholia vetera et recentiora) 347
Not analysed yet
Τῷ καὶ εὐκραδέης· διχῶς ἡ γραφὴ καὶ ἡ ἐξήγησις· μία μὲν οὕτως· τῷ καὶ εὐκραδέης τριπετῆ ἐν νέκταρι μίξαις, καὶ τὰ ἑξῆς, ἵνα συνταχθῇ οὕτως· διὰ τοῦτο καὶ τῆς καλῆς κράδης τὴν τριπετῆ τῶν σύκων πόσιν τὴν ἱκανῶς ξηρανθεῖσαν καὶ ὀμφαλόεσσαν ἐν νέκταρι μίξαις· τριπετῆ οὖν, οἱονεὶ τριπέτηλον, τὴν ἐκ σύκων σχιζομένων εἰς τρία πέτηλα· τὰ γὰρ σῦκα ξηραινόμενα εἰς τρία σχίζονται· ἡ ὅτι τὰ φύλλα τῆς συκῆς εἰς τρία ἔσχισται. Ὀμφαλόεσσαν δ’ ἢ τὴν τῷ ὀμφαλῷ προσιζάνονσαν, ἢ τὴν ἐκ σύκων τῶν ὀμφαλοὺς ἐχόντων· τὰ γὰρ σῦκα κάτω τρύπας ἔχουσι δίκην ὀμφαλοῦ, δι’ ὧν τρυπῶν ὁ ὀπὸς αὐτῶν ῥεῖ. Γράφεται καὶ τριετεῖ ἐν νέκταρι, ἵν’ ἢ· τῆς καλῆς κράδης τὴν ἐκ τῶν σύκων αὐανθεῖσαν ἅλις πόσιν τὴν ὀμφαλόεσσαν ἐν τριετεῖ νέκταρι μίξαις. Ἀλλως· αὐανθεῖσαν τὴν ἀπὸ ξηρῶν σύκων, τριπετῆ δὲ τρίσχιστον, ὅτι τὰ φύλλα τῆς συκῆς εἰς τρία ἔσχισται. Τοῖς δὲ γράφεται καὶ εὐκραδέος· κελεύει οὖν ξηρὰ σῦκα μετ’ οἴνου ἑψήσαντα διδόναι πιεῖν. Ἢ ὀμφαλόεσσαν τὴν τροφόεσσαν παρὰ τὸν ὀμφαλόν· βρῶσις γὰρ ὀμφαλὸς, ἐπεὶ δι’ αὐτοῦ τὰ ἔμβρυα πάντα τὴν τροφὴν δέχεται καὶ ἀναπνεῖ, τοῦ στόματος μεμυκότος διὰ τὸ πλῆθος τῶν ὑγρῶν, ἵνα μὴ ἀπόληται.