Ancient Greek
Section 356
Scholia in Nicandrum, Scholia in Nicandri Alexipharmaca (scholia vetera et recentiora) 356
Not analysed yet
Θηλάζειν φησὶ τὸν πάσχοντα ποτὲ μὲν γυναῖκα, ποτὲ δὲ βοῦν. Ἅτε δὴ βρέφος· ὡς οἷα βρέφος ἀρτιγενὲς, οὕτως ἐμπελάσοι τῷ δεσμῷ ᾔγουν τῷ μαστῷ. Μοσχηδὸν δὲ δίμην μόσχου, δι’ οὗ σημαίνει τὸ ἁπαλὸν καὶ τρυφερόν· μόσχευμα γὰρ πᾶν τὸ ἁπαλόν. Ὅμηρος (Il. λ, 105). μόσχοισι λύγοισιν.