Ancient Greek
Section 38
Scholia in Nicandrum, Scholia in Nicandri Alexipharmaca (scholia vetera et recentiora) 38
Not analysed yet
Πορδαλιαγχὲς λέγεται τὸ ἀκόνιτον, ἐπειδὴ τούτου αἱ πορδάλεις γευσάμεναι ἀποπνίγονται, ὥσπερ οἱ ἀγχόμενοι, ἅς ἡ τοῦ ἀνθρώπου κόπρος θεραπεύει, οἱ δὲ νομεῖς καὶ οἱ βουπελάται πορδαλιαγχὲς αὐτὸ ἔθηκαν, ἐπεὶ τοῖς θηρίοις τοῖς πελώροις, τουτέστι ταῖς πορδάλεσι ταῖς μεγάλαις, πορδαλιαγχὲς πότμον αὐτὸ ἔθηκαν, βουπελάται δ’ οἱ βουκόλοι παρὰ τὸ πλησιάζειν ταῖς βουσὶ καὶ κολλᾶσθαι αὐτοῖς. Ἰστέον, ὅτι ἡ πόρδαλις, ἐὰν φάγῃ τὸ ἀκόνιτον, ἀναιρεῖται· οὐ πρότερον οὑν ἐσθίει ἐξ αὐτοῦ, εἰ μὴ ἔχει πλησίον κόπρον ἀνθρωπείαν· ταύτῃ γὰρ κέχρηται ἀντιφαρμάκῳ· οἱ οὐν νομεῖς ἐξάπτουσι τὴν κόπρον εἰς δένδρον τοσοῦτον ὕψος, ὅσον οὐ δύναται ἡ πόρδαλις πηδῶσα φθάσαι· ὁρῶσα οὐν ἡ πόρδαλις τὴν κόπρον, ἄτε δὴ θαρροῦσα ἔχειν τὸ ἀντιφάρμακον, τρώγει τὸ ἀκόνιτον, εἶτα ὁρμᾷ ἐπὶ τὸ χρήσασθαι τῷ ἀντιφαρμάκῳ, καὶ οὐκ ἐφίκεται αὐτοῦ διὰ τὸ ὕψος· οὕτως οὖν ἐφαλλομένη καὶ πηδῶσα λαβεῖν τὸ φάρμακον μὴ δυναμένη διὰ τὸ ὕψος ἀποθνήσκει ἢ ἀτονεῖ· ἄτονον γὰρ τὸ ζῷον φύσει· καὶ οὕτως αὐτὴν σφάττουσιν οἱ νομεῖς.