Ancient Greek
Section 393
Scholia in Nicandrum, Scholia in Nicandri Alexipharmaca (scholia vetera et recentiora) 393
Not analysed yet
Κάλχης· εἶδος πορφύρας, ἀφ’ ἧς αἱ γυναῖκες κάλχιον βάπτουσιν· καλχαίνειν γὰρ τὸ πορφύρειν. Τὸν δὲ στρόμβον, ὃν ἔλεγον οἱ ἀρχαῖοι ὄστρακον, τῶν κογχυλίων, οἷς καὶ ἐχρῶντο ἀντὶ σάλπιγγος· καὶ Ἀπολλόδωρος ἐν τοῖς Ὁμήρου οὕτως εἶπεν (Il. ξ 413) Στρόμβον δ’ ὣς ἔσσευεν.