Ancient Greek
Section 398
Scholia in Nicandrum, Scholia in Nicandri Alexipharmaca (scholia vetera et recentiora) 398
Not analysed yet
Τὸ Φαρικὸν ὁμοίως τῶν θανασίμων ἐστὶν, ἱστορεῖ δὲ Πραξαγόρας κληθῆναι αὐτὸ ἀπὸ Φαρικοῦ τινος Κρητὸς, τοῦ ἐξευρόντος αὐτό. Ἄλλως· τοῦτό φησιν ἐν Φάροις τῆς Ἀρκαδίας εὑρεθῆναι, καλεῖται δὲ καὶ Μηδικόν· τινὲς δέ φασιν αὐτὸ πρῶτον ἐν Θεσσαλίᾳ εὑρεθῆναι ἐν Φέραις, ἄλλοι δ’ ἐν Λακεδαίμονι. Φᾶρις γοῦν ἐστι τῆς Λακωνικῆς· Φᾶρίν τε Σπάρτην τε (Il. β 582). Τοῦτο δὲ τὸ ποτὸν τῇ μὲν γεύσει ἐστὶν ὅμοιον νάρδῳ, τοῦ δὲ πεπωκότος τὰς μὲν σιαγόνας ἐνέπλησε, τοῖς δὲ τοῦ σώματος πᾶσι μέλεσι τρόμον ἐπήνεγκε καὶ παραφροσύνην ἐν τοῖς τῆς ψυχῆς νοήμασιν ἐνέθηκεν.