Ancient Greek
Section 433
Scholia in Nicandrum, Scholia in Nicandri Alexipharmaca (scholia vetera et recentiora) 433
Not analysed yet
Κεβληγόνου· τῆς ἐν τῇ κεφαλῇ τὸν γόνον ἐχούσης, ὅ ἐστι τὸ σπέρμα· συγγενὲς γὰρ τὸ β τῷ φ· καὶ Καλλίμαχος· ἀμφί τε κέβλην εἰργμένος ἀγλίθων οὖλον ἔχει στέφανον. Τινὲς τῆς κατὰ τὴν κεφαλὴν κομώσης μήκωνος· βοτάνη γάρ ἐστιν ἡ μήκων, ἐν τῇ κεφαλῇ ἔχουσα τὸν γόνον· καὶ Εὐφορίων περὶ τῆς Ἀθηνᾶς· κεβληγόνου Ἀτρυτώνης. Μήκων δ’ εἴρηται παρὰ τὸ μὴ κονεῖν, ὅ ἐστι μὴ ἐνεργεῖν· κονεῖν γὰρ λέγεται τὸ ἐνεργεῖν, κωλυτικὸν δὲ τοῦτο τῶν κατὰ φύσιν ἐνεργειῶν.