Ancient Greek
Section 452
Scholia in Nicandrum, Scholia in Nicandri Alexipharmaca (scholia vetera et recentiora) 452
Not analysed yet
Ἡ σύνταξις οὕτως· ἢ καὶ ἰρινέου μαλλὸν βαθὺν κορέσκων ἕλκοις ἀντὶ τοῦ ἕλκε τὸν ἰὸν, ὀχλίζων διὰ τὸ κλείειν τὸ στόμα τῇ μύσει συνδεδεμένον τοῖς χαλινοῖς, διανοίγων αὐτὸ ἐνθλίβοις τῷ ἐρίῳ ῥόδινον ἢ καὶ ἴρινον ἔλαιον. Τότ’ ἠμύουσιν ἀντὶ τοῦ ὅτ’ ἠμύουσιν οἱ πασχοντες, τοὺς συμμεμυκότας χαλινοὺς αὐτῶν ἐνθλίβοις τῷ ἐρίῳ βοηθείας χάριν.