Ancient Greek
Section 548
Scholia in Nicandrum, Scholia in Nicandri Alexipharmaca (scholia vetera et recentiora) 548
Not analysed yet
Ἢ τῆς χαμαιπίτυος τοῦ βλαστοῦ μετὰ κώνων· εἰσὶν οὖν κῶνοι πίτυος οἱ στρόβιλοι· συνεψήσας οὗν φησι τούτους τοῖς φύλλοις τῆς χαμαιπίτυος δίδου πιεῖν. Ἠὲ χαμαιπίτυος· τῆς πίτυος τὰ φύλλα καὶ τοὺς κώνους ἀφεψήσαντα κελεύει τὸν χυλὸν διδόναι πιεῖν, ὁμωνύμως δὲ λέγεται ὁ καρπὸς καὶ ὁ στρόβιλος καὶ ὁ κῶνος. Ἢ τῆς χαμαιπίτυός φησι τῆς βλαστήμονος ἀναμεμιγμένως καθεψήσας τὰ φύλλα καὶ τοὺς κώνους ὅσους ἐθρέψατο ἡ πεύκη, τουτέστι ὅλα ὁμοῦ σύμμικτα ἑψήσας.