Ancient Greek
Section 563
Scholia in Nicandrum, Scholia in Nicandri Alexipharmaca (scholia vetera et recentiora) 563
Not analysed yet
Γερύνων δὲ, βατράχων. Καὶ λαιδροὺς τοὺς ἀναιδεῖς διὰ τὸ βοᾶν ἀεὶ τῇ φωνῇ τραχυτέρᾳ. Δαμάσαιο, ἑψήσειας. Τοκῆας τῶν γερύνων φησὶ, τουτέστι τῶν μικρῶν βατράχων, τοὺς ἀναιδεῖς. Πράσων ἢ ῥίζας ἠρύγγου, ὅ ἐστιν εἶδος βοτάνης, προσπάσσων ἀμμωνιακὸν καὶ χορτάσας, ὑγιάσεις τὸν κάμνοντα. Ἄλλως· χύτρῳ σκαμμώνιον· τούτοις εἰ κορέσοις τὸν ἄνθρωπον, καὶ θανάτου πλησίον ἐλθόντα σώσεις.