Ancient Greek
Section 570
Scholia in Nicandrum, Scholia in Nicandri Alexipharmaca (scholia vetera et recentiora) 570
Not analysed yet
Καὶ θερόεις· ἐξ οὗ τῷ θέρει κατασκευάζεται δηλητήριον. Λαχειδέος δασέος, ὡς οἱ πρὶν ἐξηγησάμενοί φασιν, ἢ, ὡς οἴεται ὁ Τζέτζης, πρασίζοντος, λαχανοειδέος, καὶ ἐν συγκοπῇ λαχειδέος. Ἂλλως· λαχειδέος τοῦ δασέος· ἢ μικροῦ, ἐὰν ἐλαχειδέος. Τῶν ἤτοι θερόεις· ἀνέστρεψεν ἐπὶ τὸν φρῦνον· θερόεις γὰρ οὗτος, ἐπεὶ τῇ θερείᾳ τὸ ἀπ’ αὐτοῦ φάρμακον συντίθεται, ὃ δυναμικώτερόν ἐστιν. Ἢ ἔτι καὶ κωφοῖο· μεταβέβηκε ἀπὸ τοῦ φρύνου ἐπὶ τὸν βάτραχον, ἐπεὶ ὁμογενῆ τὰ ζῶά εἰσιν· ὁ γὰρ κωφὸς βάτραχός ἐστιν, ἀλλ’ οὐ φρῦνος, δύο δὲ γένη τῶν βατράχων, καὶ ὁ μὲν φθεγγόμενος ἀβλαβὴς, ὁ δὲ κωφὸς θανάσιμος. Ἄγει δὲ χλόον· δηλονότι τῷ φαρμακευομένῳ. Θάψου· ὅτι οἱ φαρμακευθέντες ὠχροὶ γίνονται, ὅτι δ’ οὐ πᾶς βάτραχος ἐπιτήδειος, ἀλλ’ ὁ ἐν θερμοτέροις διατρίβων τόποις, καὶ Ἀπολλόδωρός φησιν· τὴν αὐτὴν δὲ πόσιν ἀπ’ οἴνου δοτέον· ἡ δὲ θάψος ἐστὶν εἶδος βοτάνης χλωρᾶς, ᾗ προσεικάζει τὴν χροιὰν τοῦ κάμνοντος, τὸ δ’ ἆσθμα αὐτοῦ ἀθρόον συνάγεται, καὶ ἡ ἀναπνοὴ δυσώδης ἐστίν.