# Scholia in Pindarum Olympian Odes 1.Part g-Part i

Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes, 1.Part g to 1.Part i. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-pindarum/scholia-in-pindarum-olympian-odes/1.Part%20g

g. ὁ δὲ λόγος· τὸ μὲν τοῦ Ἀρχιλόχου μέλος, οἷον τὸ τήνελλα καλλίνικε, φωνηθὲν καὶ προλεχθὲν ἐν τῇ Ὀλυμπίᾳ, ὅπερ μέλος ἔχον τὸ καλλίνικος τρίτον ἐλέγετο μετὰ πλήθους καὶ χοροῦ, ἐξήρκεσε παρὰ τὸ Κρόνιον ὄρος ἐν τῇ Ὀλυμπίᾳ καθηγήσασθαι καὶ προρρηθῆναι τότε χορεύοντι καὶ κωμάζοντι σὺν τοῖς ἑταίροις τῷ Ἐφαρμόστῳ. h. ἄλλως· ὁ μὲν ὑπ᾿ Ἀρχιλόχου, φησὶ, λεχθεὶς ὕμνος ἤρκεσεν· ὁ δ᾿ ὑπ᾿ ἐμοῦ νῦν γεγονὼς ῥηθήσεται. | ἔθος δὲ ἦν κωμάζειν τὴν νίκην ἑσπέρας τοῖς νικηφόροις μετ᾿ αὐλητοῦ· μὴ παρόντος δὲ αὐλητοῦ εἷς τῶν ἐταίρων ἀνακρουόμενος ἔλεγε· τήνελλα καλλίνικε. i. ἄλλως· τὸ μὲν Ἀρχιλόχου μέλος, ὃ τοῖς νικῶσι τὰ Ὀλύμπια ἐπῄδετο, ἦν τρίστροφον, κοινῶς δυνάμενον ἁρμόζειν ἐπὶ παντὸς νικηφόρου διὰ τὸ κατὰ τῆς πράξεως αὐτῆς ψιλὸν ἔχειν τὸν λόγον, μήτε δὲ ὄνομα μήτε ἰδίωμα ἀγωνίσματος. ἐφυμνίῳ δὲ κατεχρῶντο τούτῳ· | τήνελλα καλλίνικε. τῷ οὖν Ἐφαρμόστῳ, φησὶν, ἐπήρκεσε παραχρῆμα κατὰ τὴν Ὀλυμπίαν τοῦτο τὸ μέλος κωμάζοντι σὺν τοῖς ἑταίροις.

---

Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes, ed. A. B. Drachmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5034.tlg001.local002/.
