# Scholia in Pindarum Olympian Odes 10-4

Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes, Scholia in Olympionicarum carmen VIII., Line 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-pindarum/scholia-in-pindarum-olympian-odes/10-4

a. ἄνεται δὲ πρὸς χάριν· τουτέστιν οἱ εὐσεβεῖς ἀνύουσί τι ταῖς πρὸς θεοὺς λιταῖς, οἱ δὲ ἀσεβεῖς οὐδαμῶς. b. ἢ οὕτως· τελευτᾷ δὲ πρὸς χάριν εὐσεβείας τὸ μαντεῖον. c. ἢ οὕτως· ἀνύεται τὰ μαντεῖα ταῖς τῶν ἀνδρῶν λιταῖς. d. βέλτιον δέ· τελειοῦται τὰ μαντεῖα πρὸς τὸ κεχαρισμένον ἕνεκα τῆς εὐσεβείας· οἷον οἱ εὐσεβεῖς ἀνύουσι ταῖς πρὸς θεοὺς λιταῖς καὶ λαμβάνουσι κεχαρισμένους χρησμοὺς, οἱ δὲ ἀσεβεῖς οὔ. e. Ἀσκληπιάδης δὲ χωρὶς τοῦ -σ- γράφει λιταί· δεήσει δὲ καὶ αὐτὸν λαμβάνειν τὸ ἄνεται ἀντὶ πληθυντικοῦ τοῦ ἄνονται, ἵνα ᾖ· τελειοῦνται δὲ αἱ λιταὶ πρὸς τὴν χάριν τῆς εὐσεβείας. f. ἄνεται δὲ πρὸς χάριν: ἀνύεται δὲ τὸ τοιοῦτον· τὸ ποῖον; τὸ φανερωθῆναι τὴν τοῦ Διὸς βουλήν. ἀνύεται δὲ εἰς χάριν τῶν εὐσεβῶς καὶ ὁσίως εὐχομένων καὶ λιτανευόντων, ὅπερ ἐστὶ τῶν μάντεων καὶ ἱερέων. ἐπαινεῖ οὖν ἴσως τοὺς Ἰαμίδας ὡς εὐσεβεῖς· | δύναται δὲ καὶ ἐπ᾿ αὐτῶν τούτων νοεῖσθαι τὸ εὐσεβείας. g. πρόσκειται δὲ τὸ σημεῖον ὅτι τὸ σημαινόμενόν ἐστι τοιοῦτον· ἐπιτελεῖται δὲ χάριν τῆς εὐσεβείας, ἢ διὰ τὴν εὐσέβειαν. h. ἄλλως· ἄνεται δὲ πρὸς χάριν: τουτέστιν οἱ εὐσεβεῖς ἀνύουσί τι ταῖς πρὸς τοὺς θεοὺς λιταῖς, οἱ δὲ ἀσεβεῖς οὔ. i. γράφει δὲ [κατ᾿ ἐνίους] ὁ Ἀσκληπιάδης ἄνευ τοῦ -σ- λιταί, καὶ οὕτω καθίστησι τὸν λόγον· πρὸς δὲ τὸ κεχαρισμένον τῇ εὐσεβείᾳ τῶν ἀνδρῶν ἀνύονται λιταί· ὡς ἂν αὐτῇ τῇ τῶν ἀνδρῶν εὐσεβείᾳ κεχαρισμένου τοῦ λιτανεύειν ὄντος. k. ἄλλως· τελειοῦται ἡ μαντεία πρὸς τὸ κεχαρισμένον ἕνεκα τῆς εὐσεβείας ταῖς τῶν ἀνδρῶν λιταῖς. l. ἢ οὕτω· τελειοῦνται δὲ τὰ μαντεῖα ταῖς τῶν ἀνδρῶν εὐσεβείαις, ὅτι πείθοντες λιταῖς τοὺς θεοὺς λαμβάνουσι χρησμούς. τοῦτο δὲ λέγει, ἐπεὶ οὐ παντὶ ἀνθρώπῳ μαντεύεται τὸ θεῖον, ἀλλὰ τοῖς εὐσεβέσιν.

---

Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes, ed. A. B. Drachmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5034.tlg001.local002/.
