# Scholia in Pindarum Olympian Odes 174.Part b-Part e

Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes, 174.Part b to 174.Part e. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-pindarum/scholia-in-pindarum-olympian-odes/174.Part%20b

b. ἄλλως· εἰ δὲ μὴ ταχὺ λίποι: ἔνιοι οὕτως συνέθηκαν τὸν λόγον· ἐὰν μή με ὁ βίος ταχέως ἐπιλείψῃ, ἀντὶ τοῦ, ἐὰν μὴ τελευτήσω, ἀλλὰ ζῶ, σὺν τῷ ταχεῖ τεθρίππῳ παραγεγονὼς εἰς τὸν εὐδείελον Κρόνιον, τουτέστι τὴν Ὀλυμπίαν, ἐλπίζω γλυκυτέραν σοι καὶ ἡδίω τῆς νῦν ἆσαι ᾠδὴν, ὁδὸν καὶ πρόφασιν τῶν λόγων μου τὴν σὴν εὑρίσκων νίκην. c. τὸ δὲ σὺν ἅρματι παραγεγονὼς, οἱονεὶ σοῦ τεθρίππῳ νικήσαντος ἐν τῇ Ὀλυμπίᾳ καὶ ἐμοῦ ἐπὶ τῇ τοιαύτῃ νίκῃ γράφοντός σοι τὸν ὕμνον. d. ἄλλως· εἰ δὲ μὴ ταχὺ λίποι, ἔλπομαι πρὸς εὐδείελον ἐλθὼν Κρόνιον καὶ ἐπίκουρον εὑρὼν λόγων ὁδὸν, ἔτι γλυκυτέραν σὺν ἅρματι θοῷ κλεΐξαι σου τὴν νίκην, ὦ Ἱέρων. e. ἄλλως· εἰ δὲ μὴ ταχὺ λίποι ὁ αἰὼν, ὦ Ἱέρων, καὶ ἅρματί σε νικήσαντα ἐλπίζω ὑμνήσειν. f. δύναται δὲ καὶ οὕτως ἀκούεσθαι· εἰ δὲ μὴ ταχὺ λίποι ὁ ἐπίτροπός σου δαίμων, ἔλπομαι ἐπίκουρον εὑρὼν ὁδὸν λόγων, ποιήσειν ἐγκώμιον βοηθῶν σου τῇ δόξῃ.

---

Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes, ed. A. B. Drachmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5034.tlg001.local002/.
