# Scholia in Pindarum Olympian Odes 48-2

Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes, Scholia in Olympionicarum carmen II., Line 48. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-pindarum/scholia-in-pindarum-olympian-odes/48-2

a. Παλλάς: Ἀθηνᾶ ἡ πολιοῦχος τῶν Θηβαίων· οὐκ εἶπε δὲ τὴν Ἥραν, ὅτι μητρυιά. b. φιλέοντι δὲ Μοῦσαι: ὡς Θηβαίαν οὖσαν· φιλόλογοι δὲ Θηβαῖοι. c. [καὶ Ζεὺς πατήρ:] τὸ κῶλον τοῦτο ἀθετεῖ Ἀριστοφάνης· περιττεύειν γὰρ αὐτό φησι πρὸς τὰς ἀντιστρόφους. d. φιλεῖ δέ νιν Παλλάς: τοῦτο οἱ μὲν ἁπλῶς διὰ τὴν ἐν θεοῖς διατριβὴν λέγουσιν· οἱ δὲ ὅτι ὡς ἐπιχωρία θεός. ἄγαλμα γὰρ αὐτῆς ὁ Κάδμος ἱδρύσατο ἐν Ὄγκαις, κώμῃ τῆς Βοιωτίας. Ὀγκαία οὖν ἡ Ἀθηνᾶ τιμᾶται. e. φιλέοντι δὲ Μοῖσαι: οἱ μὲν διὰ τὰ περὶ αὐτῆς τοῖς ποιηταῖς εἰρημένα· οἱ δὲ διὰ τὸν Ἑλικῶνα, ὅς ἐστι τῆς Βοιωτίας. καὶ αὗται οὖν ἐπιχώριοι. f. φιλέοντι δὲ Μοῖσαι: περισσόν ἐστι κῶλον ὡς πρὸς τὴν ἀντίστροφον· ὅθεν καὶ ὀβελίσκος αὐτῷ παράκειται. πᾶσαι γάρ εἰσι δεκατεσσάρων [ὁμοῦ] κώλων, αὕτη δὲ μόνη δεκαπέντε εὑρίσκεται ἔχουσα. g. φιλέοντι δέ: καὶ τοῦτο ὡς θεαὶ ἐπιχώριοι διὰ τὸν Ἑλικῶνα, ὅς ἐστι Βοιωτίας ὄρος· οἱ δὲ, διὰ τὸ ἐν ταῖς ποιήσεσι τὴν Σεμέλην ᾄδεσθαι.

---

Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes, ed. A. B. Drachmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5034.tlg001.local002/.
