# Scholia in Pindarum Olympian Odes 53.Part a-Part d

Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes, 53.Part a to 53.Part d. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-pindarum/scholia-in-pindarum-olympian-odes/53.Part%20a

a. ἔννεπε δ᾿ ἀντίον: οὐχ ὑπερέθετο στοχάσασθαι, ἀλλ᾿ ἐξ ἐναντίας ὁρῶν εἶπε πρὸς τὸν Αἰακὸν ὁ Ἀπόλλων ὅτι κατὰ τὰς σὰς ἐργασίας ἁλίσκεται· οἷον ἁλώσιμόν ἐστιν. ὅμοιον τῷ (λ 116)· οἵ τοι βίοτον κατέδουσιν· οὐδέπω γὰρ πάρεισιν οἱ μνηστῆρες ὅτε ἐμαντεύσατο ὁ Ὀδυσσεὺς, ἀλλὰ ἀντὶ τοῦ κατέδονται κατέδουσιν εἶπεν. b. ἔννεπε δ᾿ ἀντίον ὁρμαίνων: φροντίζων καὶ τὴν διάνοιαν ἐφιστάς. c. ὁ δὲ λόγος· οὐχ ὑπερέθετο στοχάζεσθαί, φησιν, ἀλλ᾿ ἐξ ἐναντίου ὁρῶν ἔτι εἶπεν. d. ὡς δὲ συνέβαλε τὸ σημεῖον, καὶ οἰκείως ἔννεπεν· οἱ προσβαλοῦντες κατὰ τὰ ἡμέτερα τείχη ἀπολοῦνται καθάπερ οἱ δύο δράκοντες· | ὁ δὲ κατὰ τὸ Αἰακοῦ τείχισμα ἐλθὼν δράκων κρατήσει, τουτέστιν οἱ προσβαλοῦντες κατ᾿ ἐκεῖνο τὸ μέρος· | ὥστε ἀπὸ τῶν τριῶν, ἐπειδὴ τὸ τρεῖς ἀρχὴ πλήθους ἐστὶ, τὸ πλῆθος τῶν Ἀχαιῶν εἰς σημείωσιν ἦχθαι.

---

Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes, ed. A. B. Drachmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5034.tlg001.local002/.
