# Scholia in Pindarum Olympian Odes 58-4

Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes, Scholia in Olympionicarum carmen X., Line 58. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-pindarum/scholia-in-pindarum-olympian-odes/58-4

a. τιμάσαις πόρον Ἀλφεοῦ: πρώτῳ τῷ Ἀλφειῷ ἔθυσεν ὡς ἐγχωρίῳ θεῷ· καὶ γὰρ μετὰ τῶν δώδεκα θεῶν τιμᾶται. σφόδρα δὲ αὐτὸν τιμῶσι σάλμιοι. 61. ἇς: ἀντὶ τοῦ ἕως. τοῦ ποταμοῦ γίνονται. b. τιμάσαις πόρον Ἀλφεοῦ μετὰ δώδεκ᾿ ἀνάκτων θεῶν: καὶ γὰρ αὐτὸς ἐγκαταριθμεῖται τοῖς ιβ΄ θεοῖς. | ὁ δὲ ἐν Ὀλυμπίᾳ βωμὸς οὐ δύναται ἐξ ἄλλου ὕδατος γενέσθαι εἰ μὴ ἐκ τοῦ Ἀλφειοῦ. c. ἄλλως· Ἀλφειῷ εἰκότως ὡς ἐγχωρίῳ ἔθυσε ποταμῷ. | μετὰ δὲ τῶν δώδεκα θεῶν τοὺς βωμοὺς ἐποίησε· βωμοὺς γὰρ ἵδρυσε διδύμους ἕξ· ἐπωνόμασέ τε τοῦτον τὸν τόπον Κρόνου πάγον. τὸ πρότερον γὰρ οὐδεμίαν εἶχε προσηγορίαν, ἕως ἐβασίλευσεν ὁ Οἰνόμαος, | ἀλλὰ κρημνὸς οὖσα καὶ ἀοίκητος ἐξέκειτο τοῖς πολλοῖς ὑετοῖς καὶ ὄμβροις. d. τιμάσαις πόρον Ἀλφεοῦ: τουτέστι πρώτῳ τῷ Ἀλφειῷ ἔθυσεν ὡς ἐντοπίῳ θεῷ.

---

Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes, ed. A. B. Drachmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5034.tlg001.local002/.
