# Scholia in Pindarum Olympian Odes 65.Part c

Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes, Scholia in Olympionicarum carmen II., Line 65. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-pindarum/scholia-in-pindarum-olympian-odes/65.Part%20c

c. οὕτω δὲ μοῖρα ἕως τοῦ ἄλλῳ χρόνῳ: ἐνταῦθα ἡ ἀνταπόδοσις τῆς διανοίας καὶ ἧς ἐξέθετο γνώμης. οὕτω δὴ καὶ τὸν αὐτὸν τρόπον τὰ ῥεύματα τῆς τύχης ἄλλως καὶ ἄλλως φέρεται ἐπί τε καλῶν καὶ κακῶν, καὶ οὐκ ἔστιν ἐπίμονα, | ὥστε δείκνυσθαι ἐκ τοῦ κατὰ Θήρωνα γένους. τούτου μὲν γὰρ εὔφρονα καὶ καλλίστην γένεσιν ἀπέδειξεν ἀπὸ προγόνων ἐκ τοῦ τοὺς θεοὺς ἀνωρθωκέναι αὐτοῦ τὴν εὐδαιμονίαν· | ἐπάγει δέ τι καὶ πῆμα ἐναντιώτατον τῷ ἀγαθῷ ἔστιν ὅτε· ἀφ᾿ οὗ πήματος ἔστι θεάσασθαι κακῶς διατεθὲν καὶ τὸ Λαΐου γένος. ὃν δὴ συμβέβηκεν ὑπὸ τοῦ ἰδίου παιδὸς φονευθῆναι Οἰδίποδος, | ἐν ὁδῷ περιτυχόντα κατὰ τὴν Φωκίδα, καὶ ἐπὶ πέρας ἀγαγεῖν τὸ πρότερον αὐτῷ χρησμῳδηθέν (Eur. Phoen. 18)· μὴ σπεῖρε παίδων ἄλοκα δαιμόνων βίᾳ. ὁ δὲ Θήρων τὴν συγγένειαν ἔχει πρὸς τὸ γένος τὸ τοῦ Οἰδίποδος, | καὶ διὰ τοῦτο οἰκείως τοῖς περὶ αὐτὸν ἐχρήσατο λόγοις. | πῶς δὲ συγγενής ἐστιν, ἐροῦμεν ἑξῆς. ἑρμηνεύεται δὲ καὶ οὕτως· οὕτω δὲ ἅτε πατρῷον· ὃν τρόπον κατὰ τῶν προγόνων τῶν περὶ τὸν Θήρωνα κατέχει τὸν εὔφρονα πότμον ἡ τύχη, καθάπερ τὸ πατρῷον κατέσχε.

---

Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes, ed. A. B. Drachmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5034.tlg001.local002/.
