# Scholia in Pindarum Olympian Odes 98-2

Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes, Scholia in Olympionicarum carmen VII., Line 98. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-pindarum/scholia-in-pindarum-olympian-odes/98-2

a. δαέντι δέ: τῷ μαθόντι δὲ ἡ σοφία μείζων καὶ φανερὰ γίνεται. ἀδύνατον γὰρ ἔν τινι ποιήσασθαι ἐπίδειξιν μὴ μαθόντα. b. βέλτιον δὲ οὕτως· οἱ προπαρατυγχάνοντες καὶ μαθόντες τὴν σοφίαν τεχνολογοῦσι. c. τοῦτο δὲ λέγει ὡς τῶν Ῥοδίων εὐφυῶν μὲν ὄντων κατὰ φύσιν· προσδεξάμενοι δὲ καὶ τὴν τέχνην, οὕτως ἐξ ἀμφοτέρων, τῶν μαθήσεων καὶ τῶν φύσεων, ἐχορήγησαν τὰ μέγιστα. d. δαέντι δὲ καὶ σοφία: ἀντὶ τοῦ, δαέντος ἡ σοφία καὶ μείζων καὶ ἄδολος θελέθει. ἀδύνατον γὰρ ἔν τισι ποιήσασθαι ἐπίδειξιν μὴ μαθόντα. e. βέλτιον δὲ οὕτως· οἱ παρατυχόντες καὶ μαθόντες σοφίαν ἀπ᾿ αὐτῶν καὶ ἔντεχνον αὐτοῖς λέγουσι καὶ ἄδολον, ὅ ἐστιν ἁπλῆν. f. ἢ οὕτω· τῷ μαθόντι καὶ ἡ ἄδολος σοφία μείζων γίνεται. g. τὸ δὲ σαφὲς οὕτως ἔχει· τῷ δὲ μετ᾿ εὐφυΐας μεμαθηκότι ἡ σοφία καὶ ἐπὶ τὸ μεῖζον ἀδόλως καὶ ἀνεμποδίστως ἐπαίρεται· ὡς τῶν Ῥοδίων εὐφυῶν μὲν ὄντων κατὰ φύσιν, προσδεξαμένων δὲ καὶ τὴν τέχνην, καὶ οὕτως ἐξ ἀμφοτέρων τῆς μαθήσεως αὐτοῖς ἐπὶ τὸ ἄκρον ἐλθούσης.

---

Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes, ed. A. B. Drachmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5034.tlg001.local002/.
