# Scholia in Sophoclem (scholia vetera) 1-6-43

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 1 to 43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/1-6

1 καὶ παρὰ τούτῳ προλογίζει Ὀδυσσεὺς καθὰ καὶ παρʼ Εὐριπίδῃ, ἐκεῖνο μέντοι διαφέρει παρʼ ὅσον ὁ μὲν Εὐριπίδης πάντα τῷ Ὀδυσσεῖ περιτίθησιν οὗτος δὲ τὸν Νεοπτόλεμον παρεισάγων διὰ τούτου οἰκονομεῖται. διὰ τὸ εἶναι αὐτὴν νῆσον. 2 Λήμνου, βροτοῖς ἄστιπτος: ἐν ἐρήμῳ γὰρ μέρει τῆς Λήμνου ἐξετέθη ὑπὸ τῶν Ἑλλήνων· ἄστιπτος δὲ ἀπάτητος, ἀδιόδευτος· ἐν ἐρήμῳ γὰρ τόπῳ τῆς νήσου ἦν ἐκτεθείς. 3 ἔνθ᾿, κρατίστου: τραφεὶς ἐκ πατρὸς Ἑλλήνων κρατίστου· λείπει οὖν ἡ ἐξ· τὸ δὲ ἑξῆς, ἔνθα ποτὲ ἐγὼ ἐξέθηκα τὸν Μηλιᾶ Ποίαντος υἱόν, Νεοπτόλεμε παῖ Ἀχιλλέως. 4 τὸν Μηλιᾶ: τὸν Θεσσαλόν, ἀπὸ πόλεως· Ἀττικὸν δὲ τὸ Μηλιᾶ. 7 διαβόρῳ: τὴν τὸν πόδα ἐσθιούσῃ, σηπτικῇ, τῇ διαβιβρωσκούσῃ, τῇ καλουμένῃ φαγεδαίνῃ· πάθος δὲ τοῦτό ἐστιν οὕτω λεγόμενον παρὰ τοῖς ἰατροῖς· καταστάζοντα δὲ οἷον καταρρέοντα, τηκόμενον, λυόμενον. 12 ἀντὶ τοῦ καιρός. 13 κἀκχέω τὸ πᾶν: ταράξω· ἀπὸ μεταφορᾶς τῶν ἀμελγόντων. 17 ἵνʼ ἐν ψύχει μὲν ἡλίου: ἐν κρύει μὲν πάρεστι θερμαίνεσθαι τῆς ἀκτῖνος ἑκατέρωθεν βαλλούσης, οὐκ ἐν ταὐτῷ ἀλλʼ ὅτε μὲν κατὰ τὸ ἀνατολικὸν μέρος ἐλαύνει ὁ ἥλιος διὰ τοῦ ἀνατολικοῦ στόματος ὅτε δὲ εἰς τὸ δυτικὸν ὁμοίως, ἐν δὲ θέρει τῆς πνοῆς ἀπολαύειν. ἐν ἐν χειμῶνι. 10 διπλῆ πάρεστιν ἐνθάκησις διπλῆ καθέδρα πρὸς ἡλίου θερμαινομένη. 19 τοῦ ἀμφοτέρωθεν τετρημένου. 21 σῷον, ὑγιές. 22 ἀντὶ τοῦ σιωπῇ. 25 κοινὰ δʼ ἐξ ἀμφοῖν ἴῃ: πονοῖτο, διανύοιτο, προβαίνοι· ἢ εἴη· οἱ κωμικοὶ γὰρ τῇ ει διφθόγγῳ χρῶνται ἀντὶ βραχείας. 26 τοὖργον οὐ μακρὰν λέγεις: οὐ μακροῦ πόνου δεόμενον· ἤδη γὰρ εἰσεῖδον ἄντρον ὅ λέγεις. 28 ἄνωθεν ἢ ταπεινὸν ἢ ὑψηλόν. 29 περιπάτου. 32 ἐν οἴκῳ γενομένη τροφή. 33 στιπτή γε χαμαιστρωσία ἐκ φύλλων. ἡπλωμένη καὶ πατουμένη ὡς κοιμωμένου ἐπʼ αὐτῇ τινος. 34 ὑπὸ τῇ στέγῃ. 35 αὐτόξυλόν γ᾿ ποτήριον μονόξυλον, τέχνημα ἀνδρὸς φαύλως ἐργαζομένου ὅ ἐστιν ἰδιώτου καὶ οὐ τεχνίτου. 36 πυροβόλα. 37 ἀπόθετον κτῆμα. 38 ὁρᾷ τὰ ῥάκη τοῦ τραύματος τοῦ Φιλοκτήτου ξηραινόμενα καὶ ἐκπλήττεται ὡς βαρέως αὐτοῦ νοσοῦντος. 39 βαρείας του νοσηλείας: νόσου βαρείας πεπληρωμένα ἢ νοσοκομίας ἢ τῆς ἐκ νόσου ἀκαθαρσίας. 42 τὸν πόδα. νόσῳ. 43 ὁδόν.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
