# Scholia in Sophoclem (scholia vetera) 101-134

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 101 to 134. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/101

101 ἢ μοῦ φέρεται: εἰ δὲ καὶ τὰ τῆς Χρυσοθέμιδος παράκειται αὕτη γε διὰ τὸ πάνυ ἀλγεῖν οὐδένα κατʼ ἀξίαν φροντίζειν τῶν γεγονότων οἴεται ἢ μόνην αὐτήν. 102 ἀδίκως οἰκτρῶς: ἔν τισιν ὑπόκειται ἀντὶ τοῦ ἀδίκως ἀεικῶς· καὶ οἰκτρῶς μὲν διὰ τὸ βίᾳ καὶ ἐπιβουλευθέντα ἀεικῶς δὲ ὅτι πελέκει αὐτὸν μεθʼ ὕβρεως ἐτίσατο. 103 ἀλλʼ οὐ μὲν δὴ λήξω: ὁ νοῦς, ἀλλʼ οὐ λήξω θρήνων οὔτε ἡμέρας οὔτε νυκτὸς ὀδυρομένη ἕως ἂν νύκτα καὶ φῶς βλέπω ὥστε μὴ ἀηδόνος τρόπῳ ἠχώ τινα προπέμπειν τῶν θρήνων πρὸ τῶν πατρῴων θυρῶν. 108 τὴν ἐπὶ κωκυτῷ ἠχὼ τουτέστι θρηνητικήν. 111 πόντιʼ γράφε ποινία ἀρά. 112 σεμναί τε θεῶν: εὐφήμως ὡς καὶ τὸ Εὐμενίδες. 119 μούνη γὰρ ἄγειν: ἢ τὸ καταβαροῦν καὶ καταφερόμενον, ὃ φέρειν οὐ δύναμαι ἢ ἐπὶ τοῦ Ὀρέστου ἀκούειν δεῖ οὕτως τὸ ἀντίρροπον, ὅπερ ἂν εἶχεν ἐκεῖνος φέρειν παρὼν ὥστε κοινῇ ἡμᾶς αὐτὸ φέρειν· μόνη γὰρ φέρειν οὐκέτι ἰσχύω. ἀντὶ τοῦ ἰσχύω, οἱ δὲ νεώτεροι ἀντὶ τοῦ σῴζω. 121 ἰὼ παῖ, παῖ: πάροδός ἐστι χοροῦ γυναικῶν τῇ Ἠλέκτρᾳ συναχθομένων· δυστανοτάτας δὲ τῆς ἐξαλεστάτης· οὐ γὰρ ἐπὶ οἴκτου ἐστὶν ὁ λόγος. 122 τίνʼ ἀεὶ ἀντὶ τοῦ διὰ τί τήκῃ τῇ ἀκορέστῳ οἰμωγῇ; 124 ἀσεβοῦς. 125 ματρὸς ἁλόντ’ μητρὸς ἁλόντα: πληγαῖς, 126 ὡς ὁ τάδε πορὼν κ. ἑ.: λίαν αἰδήμων ὁ χορὸς ὅς ἐπὶ τὸν Αἴγισθον τρέπει τὴν αἰτίαν· καὶ γυναικῶν ἐστιν ἴδιον τὸ μηδὲ ἐπὶ τοῖς προφανέσιν ἁμαρτήμασιν καταλέγειν ἄλλης γυναικός· καὶ τὸ εἴ μοι θέμις τάδʼ αὐδᾶν λίαν ἠθικὸν καὶ ἁρμόζον γυναιξίν. ἐπεὶ κατʼ ἀρχόντων ἦν ὁ λόγος ἢ ἐπεὶ δοκεῖ δυσφημεῖν φησιν, εἰ δίκαιόν ἐστιν οὕτως εὔχομαι. 129 γενέθλα παῖδες τῶν εὐγενῶν Μυκηναίων. πατέρων. 130 ἥκετʼ ἐμῶν καμάτων: οἶδα, φησίν, ἃ πράττω καὶ οὐ λανθάνει με ὅτι ὑπὲρ τὸ δέον ποιῶ· ἢ οἶδα ὅτι μοι εὐνοεῖτε ἴνα συνάπτῃ τῷ προκειμένῳ ἥκετʼ ἐμῶν καμάτων παραμύθιον· ἄμεινον δὲ τὸ πρῶτον. 134 τοιοῦτοι γὰρ πολλάκις οἱ ἐν τοῖς πάθεσι παρηγορούμενοι, παρακαλοῦντες συγχωρεῖσθαι θρηνεῖν.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
