# Scholia in Sophoclem (scholia vetera) 1058

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), EΙΣ ΗΛΕΚΤΡΑΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/1058

1058 τί τοὺς ἄνωθεν φρονιμωτάτους; τὸ ἄνωθεν ἢ τόπου ἢ χρόνου ἐστίν, ἄνωθεν ἐκ φύσεως ἢ τοὺς ἐν τῷ ἀέρι· οἰκεῖον δὲ τῷ χορῷ ἀγανακτοῦντι ἐπὶ τῇ Κλυταιμήστρᾳ τὸν περὶ τῶν ἀλόγων ἐνταῦθα παραλαβεῖν λόγον ὅτι ἐν τοῖς ἀλόγοις ζῴοις φυσική τίς ἐστι φιλοστοργία, ἡ δὲ Κλυταιμήστρα ἄστοργος· τὸ δὲ ἑξῆς, τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς ὁρῶντες καλῶς κηδομένους τῆς τροφῆς ἀφʼ ὅτων τε ἂν βλαστῶσι καὶ ἀφʼ ὧν ἂν ὄνησιν εὕρωσιν· ἐπὶ τῶν τέκνων τὰ δύο, ἀφʼ ὧν τʼ αὐτοὶ βλαστῶσι, τὰ τέκνα, ἀφʼ ὧν τε ὄνησιν εὕρωσιν· λέγονται δὲ οἱ πελαργοὶ γεγηρακότας τοὺς γονεῖς βαστάζειν τοῖς πτεροῖς ἕως ὅτου πτεροφυήσωσιν.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
