# Scholia in Sophoclem (scholia vetera) 1084-2-1108

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 1084 to 1108. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/1084-2

1084 ἀλλά μοι καὶ θνήσκοντι συνοίσῃ: ἀντὶ καὶ ἀπολλυμένῳ μοι σύμφορον ἔσῃ καὶ ὠφέλιμον καὶ δέξῃ με ἀποθανόντα· ἢ οὕτω, σὺν ἐμοὶ ἔσῃ καὶ ὄψει με ἀποθανόντα. ὑπερβολικῶς, οἷον καὶ μετὰ θάνατον συνελεύσῃ μοι καὶ οὐ καταλείψεις με. 1089 τί ποτʼ αὖ μοι τὸ κατʼ ἦμαρ: τί ἄρα τρόφιμόν μοι καθʼ ἡμέραν ἔσται; οὐ γὰρ ἐπικρατῶ ἐμαυτῷ· ἢ οὐ γὰρ ἔτι ἔχω ἐλπίδα. 1091 σῖτον νέμοντος, τροφέως. πόθεν ἀπὸ ποίας ἐλπίδος; 1092 εἴθʼ αἰθέρος ἄνω: τὸ ἑξῆς, εἴθε αἰθέρος ἄνω ἕλωσί με ὀξύτονοι δρομάδες διὰ πνεύματος· τινὲς δὲ οὕτω, μετὰ ὀξυτόνου πνεύματος ἕλωσί με· ὀξύτονον δὲ λέγει πνεῦμα ἀπὸ τοῦ ὀξυτόνως βοᾶν. γράφε δρομάδες αἱ καταιγίδες· τινὲς δὲ πτωχάδες ἵνα τὰς Ἁρπυίας σημαίνῃ διὰ τὸ ἀεὶ πεινῆν. 1093 πτωκάδες: αἱ Ἅρπυιαι ἐπιθετικῶς διὰ τὸ ἐπεμπίπτειν ἢ διὰ τὴν φωνήν· εἰ δὲ γράφεται πτωγάδες αἱ ἀεὶ πεινῶσαι· τοῦτο γὰρ πάσχουσιν οἱ πτωχοί. γράφεται πτωμάδες, πτωκάδες, πτωχάδες , δρομάδες. 1095 σύ τοι σύ τοι κατηξίωσας: σὺ σαυτῷ περιεποίησας τὴν νόσον, σὺ σαυτῷ τούτων πρόξενος γέγονας, ὦ δυστυχέστατε, σὺ σαυτῷ κατηξίωσας καὶ οὐκ ἀπό τινος ταύτῃ τῇ τύχῃ ἐνέχῃ, ἀπὸ μείζονος σοῦ, διὸ μηδένα ἄλλον αἰτιῶ ἀλλὰ σαυτόν· ἐξῆν γάρ σοι ἀκολουθήσαντι τὰ κακὰ διαφυγεῖν. 1097 συνέχῃεὖτέ 1099 γε παρὸν φρονῆσαι: ὅτε γε παρόντος σοι φρονῆσαι τὸ λυσιτελὲς ἑλέσθαι ἀπὸ πλείονος δαίμονος τὸ κάκιον εἵλου, τὸ μὴ ἐλθεῖν· πλείονος δὲ δαίμονος λέγει τοῦ λυσιτελεστέρου καὶ συμφόρου. 1100 τοῦ λῴονος τοῦ συμφέροντος. λείπει ἡ ἀντί. 1103 ἐπίπονος. ὃς ἤδη μετʼ οὐδενός: τὸ ἑξῆς, ὅς ἤδη ἐνθάδε ὀλοῦμαι μετʼ οὐδενὸς ὕστερον ἀνδρὸς εἰσοπίσω τάλας ναίων· ὁ δὲ νοῦς, ἄρα ἐγὼ δύστηνος ἐνταῦθα ἀπολοῦμαι ἀνθρώπων κεχωρισμένος; 1108 οὐ φορβὰν ἔτι προσφέρων: ἀντὶ προσφερόμενος· ἐνίοτε δὲ ἔμπαλίν φησι διακονούμενος ἀντὶ τοῦ διακονῶν καὶ στιβαδοποιούμενος ἀντὶ στιβάδα ποιῶν.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
