# Scholia in Sophoclem (scholia vetera) 1095-1142

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 1095 to 1142. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/1095

1095 ἃ δὲ μέγιστʼ ἔβλαστε νόμιμα: ἃ δὲ φυσικὰ καὶ μέγιστα νόμιμα ἔβλαστε τούτων ἀποφερομένην τὰ ἄριστα· ἢ ἐριστὰ ἀμφηρίστῳ τῇ εὐσεβείᾳ τῇ τοῦ Διὸς ἢ ἐριστὰ τῇ εὐσεβείᾳ ἡ ἄν τις ἐρίσειεν ἀντὶ περισπουδάστῳ, προσφερομένην τῇ εὐσεβείᾳ τὰ νόμιμα ἀντὶ μετὰ εὐσεβείας πράττουσαν. 1097 ἄριστα τᾷ γράφε ἄριστα τᾷ Ζηνός. 1098 θαυμαστὴ ἡ οἰκονομία τοῦ ποιητοῦ μὴ ἅμα τῇ ἀπαγγελίᾳ τοῦ θανάτου κομίσαι τὰ λείψανα ἴνα εὔλογος πρόφασις τῆς παρόδου γένηται τῷ ῥέκτῃ καὶ παραυτὰ ὁ ἀναγνωρισμὸς πρὸς αὔξησιν τοῦ πάθους. Ὀρέκτης πάρεστιν σύν τῷ Πυλάδῃ κομίζων τὰ λείψανα τῶν λογοποιουμένων ὀστῶν ἑαυτοῦ. 1101 γράφε μαστεύω. 1102 ἀληθὴς καὶ οὐχ ὑπέχων ζημίαν τοῦ ψεύδους. 1117 ἀξιοπίστως ἄγαν Ὀρέκτης σκληρός ἐστιν οὐχ οἷον δεῖ ἄγγελον εἶναι καὶ συναχθόμενον τοῖς ἀτυχήμασιν ἔσθʼ ὅτε. 1123 εἰκὸς αὐτοῖς ἕπεσθαί τινας· περιπαθῶς δὲ λίαν τὸ ἥτις ἐστίν. 1126 λαβοῦσα τὸ τεῦχός φησιν· ὑπερφυῶς δὲ ἔχει τῇ διαθέσει λαβοῦσαν καὶ βαστάζουσαν τὰ ὀστᾶ ὀδύρεσθαι· Ὅμηρος ζωόν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα. 1127 λοιπὸν μνημεῖον. 1137 σῆς κασιγνήτης οἷον τῆς μόνης σοῦ κηδομένης· ὅλα δὲ ἐπιτέταται τῷ πάθει διὰ τὸ παρεῖναί τὸν Ὀρέστην ὡς καὶ Πηνελόπη παρόντα Ὀδυσέα θρηνεῖ παρʼ Ὁμήρῳ ἐν οἷς φησι κλαιούσης ἑὸν ἄνδρα παρήμενον· ἐνθάδε δὲ δίκαιον δηλοῦσθαι ὅτι ἀδελφὴ αὐτοῦ ἐστιν ἡ ἐν τῷ λόγῳ· ἀγνοῶν γὰρ αὐτὴν Ὀρέστης ἀπολοφυρομένην γνάώσεται. 1142 ἐν σμικρῷ τῇ θήκῃ.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
