# Scholia in Sophoclem (scholia vetera) 1147-1222

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 1147 to 1222. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/1147

1147 καὶ νυχίων φθεγμάτων: τῶν ἐν νυκτὶ εὐφημιῶν καὶ ὕμνων· ἐν νυκτὶ γὰρ αἱ Διονυσιακαὶ χορεῖαι γίνονται ὅθεν καὶ νυκτέλιος· καὶ Εὐριπίδης νύκτωρ τὰ πολλά· σεμνότητʼ ἔχει σκότος. 1151 περιπόλοις. ταῖς ἱερείαις, ταῖς σαῖς ἀκολούθοις· καὶ ἐν Νάξῳ γὰρ τιμᾶται ὅτι ἐκεῖ τῇ Ἀριάδνῃ συνεγένετο. 1152 αἵ λείπει ἡ περὶ ἵνʼ ᾖ αἵτινες περὶ σέ. 1156 οὐκ ἔσθʼ ὁποῖον στάντα: ὁπωσδήποτε βεβιωκότα εἴτε καλῶς εἴτε ἐναντίως. 1158 πίπτει· καταβάλλει· γράφε δὲ καταρρέπει ὅ ἐστι πίπτειν ποιεῖ. 1161 ὡς λείπει ἐδόκει. 1165 ἀπολέλυται, ἀπόλλυται. ἡ μεταφορὰ ἀπὸ τῶν παιζόντων τοῖς κύβοις ἢ ἀπὸ τῶν ἁλιέων· βόλος γὰρ ἡ τοῦ δικτύου ἄφεσις. 1166 ἀπολέσωσιν. οὐ τίθημ᾿ ἐγώ: οὐ τίθημι, φησίν, ἐν τοῖς ζῶσιν τὸν τοιοῦτον οἷον οὐ νομίζω ζῆν ἐκεῖνον τὸν ἄνδρα ὃν ἂν προδῶσιν αἱ ἡδοναί. 1169 ζῆ: ἀντὶ τοῦ ζῆθι προστακτικῶς. 1170 οὐδʼ ἂν ἀχρήστου τινὸς πριαίμην τὰ ὑπόλοιπα. 1173 τούτοις δὲ τοῦ θανεῖν αἴτιοι ἐγένοντο οἱ ζῶντες. 1176 χ. τὸ χ ὅτι ἐρωτᾷ πότερα πατρῴας ἢ πρὸς οἰκείας χερὸς ἀκούσας ἤδη ὅτι αὐτόχειρ ἀπέθανεν. 1180 Ἡσίοδος Ἡνιόχην αὐτὴν καλεῖ ἵκετο δʼ ἐς Κρείοντα καὶ Ἡνιόχην. ὁμοῦ: ἐγγύς. 1182 κλύουσα λείπει ἡ περί. ὅ ἐστιν ἐκ τύχης. 1185 εὐγμάτων διʼ εὐχῶν προσαγορεύουσα. 1186 δυσχερῶς ἀνασπωμένης καὶ ἀνοιγομένης. 1189 ἐκπλήττομαι. 1193 παραλιμπάνω. 1194 ἀπατήσαιμι. 1195 γνώμη. 1197 ἐλέους μὴ τυχόν. 1199 καὶ τὸν πρὸς τὸ ἑξῆς, καὶ τὸν μὲν λούσαντες. ἐνοδίαν τὴν Ἑκάτην ἢ τὴν Περσεφόνην. 1202 ξύλοις. συγκατεκαίομεν. 1203 ὑψηλόν. 1205 τὸν νυμφῶνα. 1207 τὸν κακοκτέριστον τῆς Ἀντιγόνης τόπον· ἢ τὸν μὴ δεξάμενον ἐντάφια. 1208 (μ)αθ(ών). 1209 τὰ κακὰ σύμβολα τῆς βοῆς περιστοιχίζεται. 1215 ἴτ᾿ προσέλθετε. 1216 ἁρμὸν χώματος τὴν ἐκ λίθων ἁρμονίαν τοῦ τάφου ἢ τὸ ὑψηλὸν μέρος τοῦ χώματος τὸ ἡρμοσμένον λίθοις. ὡς λίθου ἀποσπασθέντος ὅπως εἰσέλθῃ ὁ Αἵμων· ἢ ὑμεῖς ἀποσπάσαντες ἀθρήσατε. 1218 ἢ θεοῖσι ἢ ἀπατῶμαι ὑπὸ θεῶν. 1220 ἐθεωροῦμεν. 1222 μιτρώδη βρόχον ὅστις ἦν αὐτῇ ζώνη. ἀπὸ σινδόνος. τὸν τράχηλον δεδεμένην.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
